Ancient Greek
P.Tebt. 1 11
Documentary Papyri, P.Tebt. 1 11
Not analysed yet
Μεγχῆς Πετεσούχου κωμογραμματεὺς Κερκεοσίρεως τῆς Πολέμωνος μερίδος τοῦ Ἀρσινοίτου Δωρίωνι Εἰρηναίου …τῶν πρώτων φίλων. ὁμολογῶ παραμεμετρῆσθαι …παρὰ σοῦ ἐν μὲν τῶι να ἔτει πυροῦ …ἀρτάβας ἑκατὸν μέτρωι δοχικῶι καὶ μετρήσει δικαίαι, πυρὸν νέον ἄδολον κεκοσκινευμένον καὶ φακοῦ ὁμοίως ἀρτάβας κ, ἐρεγμοῦ ιγ, πίσου ιγ, πασπερμείου ι, σινάπεως δ, εὕστρας α, γίνονται ὀσπρίων ξα, πυροῦ ἀρτάβαι ρ. ἀπὸ δὲ τοῦ νβ ἔτους κατʼ ἐνιαυτὸν μετρήσεις πυροῦ ἀρτάβας ν καθαρὰς κεκοσκινευμένας καὶ μέτρωι δοχικῶι μετρήσει δικαίαι καθότι προγέγραπται ἄνευ δίκης καὶ κρίσεως καὶ πάσης ἀντιλογίας ἢ τὰ προκείμενα διπλᾶ ἢ τιμὴν ἑκάστης ἀρτάβης χαλκοῦ δραχμὰς Β καὶ ἱερὰς θεοῖς Εὐεργέταις …ἡ ἀποχὴ ἔστω κυρία πανταχῆ ἐπιφερομένη. …Ἀπολλωνίωι καθεσταμένος