Ancient Greek
P.Tebt. 1 14
Documentary Papyri, P.Tebt. 1 14
Not analysed yet
Μεγχῆς κωμογραμματεὺς Κερκεοσίρεως τῆς Πολέμωνος μερίδος Ὥρωι χαίρειν. ἔγραψας ἡμῖν Ἡρᾶτι Πετάλου τῶν ἐκ τῆς κώμης εὐθυνομένωι δὲ φόνωι καὶ ἄλλαις αἰτίαις παραγγεῖλαι ἀπαντᾶν ἐν ἡμέραις τρισὶν πρὸς τὴν περὶ τούτων ἐσομένην διεξαγωγήν, μέχρι δὲ τοῦ τὸ προκείμενον ἐπὶ τέλος ἀχθῆναι ἀναγραψάμενος αὐτοῦ τὰ ὑπάρχοντα συντάξαι θεῖναι ἐν πίστει παραθεὶς τά τε μέτρα καὶ γειτνίας καὶ ἀξίας ἀνενεγκεῖν εὐσήμως. τῶι οὖν σημαινομένωι Ἡρᾶτι παρηγγελκότες ἐνώπιον τῆι ιδ τοῦ ὑποκειμένου μηνὸς ἐν Πτολεμαίδι Εὐεργέτιδι ἀπαντᾶν ἐπὶ τὴν τῶν προκειμένων διεξαγωγήν, ὑπάρχειν δὲ τούτωι ἕκτον μέρος τοῦ ὄντος ἐν τῆι κώμηι Διοσκορείου οὗ γείτονες νότου καὶ λιβὸς περίστασις κώμης βορρᾶ καὶ ἀπηλιώτου διῶρυξ, ἀξίας ἐπὶ τὸ αὐτὸ χαλκοῦ ταλάντου α. ἔρρωσο. ἔτους δ Φαῶφι ιδ.