Ancient Greek
P.Tebt. 1 17
Documentary Papyri, P.Tebt. 1 17
Not analysed yet
Πολέμων Μεγχεῖ χαίρειν. ἐπεὶ διέγνωσται τὸν ἐπιμελητὴν παραγίνεσθαι ἅμʼ ἡμέραι τῆι ιε εἰς Βερενικίδα τῆι δὲ ιϛ παράγειν τὴν κώμην εἰς Θεογονίδα, στόχασαι ὡς πάντα τὰ ἐνοφειλόμενα περὶ τὴν κώμην ἐν μέτρωι ἔσται ὅπως μὴ ἐπικατασχὼν αὐτὸν εἰς δαπάνας ἐμπέσῃς οὐκ ὀλίγας. ἔρρωσο. ἔτους γ Παῦνι ια. κωμογραμματεῖ Μεγχεῖ.