Ancient Greek
P.Tebt. 1 16 Vo
Documentary Papyri, P.Tebt. 1 16
Not analysed yet
Μεγχῆς κωμογραμματεὺς Κερκεοσίρεως Ὥρωι χαίρειν. τυγχάνω προσανενηνοχώς σοι διʼ ἑτέρας ἐπιστολῆς τῆι γ τοῦ ὑποκειμένου μηνὸς περὶ τῶν κατὰ Πολέμωνα τὸν διεξάγοντα τὰ κατὰ τὴν ἐπιστατείαν αὐτῆς, ὡς ἦν ὑβρισμένος οὐ μετρίως …ὑπὸ Ἀπολλοδώρου καὶ τοῦ τούτου υἱοῦ. οἱ σημαινόμενοι οὐ λήγοντες τῆι κατʼ αὐτοὺς αὐθαδίᾳ χρώμενοι τῆι …τοῦ αὐτοῦ μηνὸς Μεσορὴ ἐπὶ τὴν Πετεσούχου υἱοῦ τοῦ Πολέμωνος τοῦ ἐπιστάτου οἰκίαν ἐν μαχαίρηι καὶ …μετὰ σκυλμοῦ κ… μέσην τὴν π… αὐτοῦ ποιησα… ου προ…τησαι ει… αὐτοῦ ἀργυρίου δραχμὰς η, περὶ ὧν ἐπέδωκεν ὁ Πετεσοῦχος τὴν ὑποκειμένην προσαγγελίαν. καλῶς ἔχειν ὑπέλαβον προσανενέγκαι ἵνʼ εἰδῆις. οἷς καθήκει. προνοῆσαι ὡς αὐτοὶ κατασταθέντες τύχωσι τῆς ἁρμοζούσης ἐπιπλήξεως.