Ancient Greek
P.Tebt. 1 19
Documentary Papyri, P.Tebt. 1 19
Not analysed yet
ἐλήφθη ἔτους γ Παχὼν …. Πολέμων Μεγχεῖ τῶι ἀδελφῶι χαίρειν. ἐκομισάμεθα τὰ παρὰ σοῦ ἡμῖν γραφέντα καὶ ὑπὲρ ὧν ἐσήμαινες πέμψαι γεωργῶν ἀπροσδέητοί ἐσμεν. τοῦ δὲ Ἀσκληπιάδου ἐπιτετακότος τὰ πράγματα καὶ προσαγειοχότος ἐκτὸς τῶν ὑποκειμένων ἄλλας πυροῦ ἀρτάβας Α. χωρὶς ἀργυρίου βεβουλήμεθα σπεῦσαι. ὑπὲρ δὲ ὧν σημαίνεις κωμογραμματέων μόλις ἕως τῆς κε χωρισθήσονται. σὺ δὲ ὀρθῶς ποιήσεις τὸ προσάγγελμα μὴ ἐλαττώσας παρὰ τὸ πρῶτον ὅπως εὐπροσωπῶμεν, καὶ ἐν τοῖς δὲ ἄλλοις χαριῆι καταταχήσας τὰ τῆς εἰσαγωγῆς. ἐπιμελόμενος δὲ καὶ σαυτοῦ ἵνʼ ὑγιαίνῃς, ἔρρωσο. ἔτους γ Παχὼν ιθ. Μεγχεῖ.