Ancient Greek
P.Tebt. 1 20
Documentary Papyri, P.Tebt. 1 20
Not analysed yet
Πολέμων Μεγχεῖ χαίρειν καὶ ἐρρῶσθαι. πεπόμφαμεν Ἀράχθην σὺν τοῖς κωμογραμματεῦσι ἐσόμενον μέχρι τοῦ με παραγενέσθαι. χαριεῖ σὺν σοὶ αὐτὸν εἰσαγαγὼν καὶ προστατῶν αὐτοῦ καὶ ἐπὶ τῶν προσαγωγῶν μηθὲν ἄνευ σοῦ ποιεῖν, καὶ ἐὰν λογάρια ἀπαιτῶνται ἱκανωθῆναί σε μέχρι τοῦ με παραγενέσθαι. καὶ σαυτοῦ δʼ ἐπιμέλου ἵνʼ ὑγιαίνηις, ἔρρωσο. ἔτους δ Φαμενὼθ ιβ. Μεγχεῖ.