Ancient Greek
P.Tebt. 1 23
Documentary Papyri, P.Tebt. 1 23
Not analysed yet
Μαρρῆς Μεγχῆι χαίρειν. Μέλανος τοῦ οἰκείου ἡμῶν μεταδεδωκότος ἡμῖν περὶ ὧν ἀπέφαινεν ἠδικῆσθαι ὑπὸ σοῦ καὶ Δημητρίωι τῶι τοῦ Νιβοίτου ἠναγκάσθαι διαβαλεῖν, καθʼ ὑπερβολὴν βεβαρυμμένοι ἐπὶ τῷ μὴ διʼ ἡμᾶς ἐπισημασίας αὐτὸν τετευχέναι προσδεδεῆσθαι δὲ καὶ Δημητρίου οὐκ ὀρθῶς κρίνομεν πέπρακταί σοι μὴ ἐκ τῆς ἡμῶν προεδρίας πεφροντικέναι ἀπροσδέητον ἑτέρων γενέσθαι. διὸ καὶ ἔτι καὶ νῦν καλῶς ποιήσεις φιλοτιμότερον προθυμηθεὶς ἵνα τὰ πρὸς αὐτὸν …διορθώσηι μετακαλέσας ἐκ τῶν προηγνοημένων. εἰ δέ τινα ἕξεις πρὸς αὐτὸν λόγον σὺν αὐτῶι σύντυχε ἡμῖν. ἔρρωσο. κωμογραμμάτει Μεγχῆι.