Ancient Greek
P.Tebt. 1 22
Documentary Papyri, P.Tebt. 1 22
Not analysed yet
Ταῶς κωμάρχης καὶ οἱ πρεσβύτεροι Μεγχεῖ χαίρειν. τῆι κ τοῦ Φαῶφι συντετευχότος σοι Ἀπύγχιος περὶ ὧν σοι διεστάμην περὶ τῆς γῆς οπ…ς καὶ διὰ σὲ τὰ πλεῖστα συνκάταινος ἐγενόμην. πεπομφότες τῆι κα ἐπὶ τὰ σπέρματα τοῦ δὲ Κότυος μὴ βεβουλημένου ἀποδοῦναι τὰ σπέρματα ἀναβαλλομένου εἰς τὸν φυλακίτην ἔτι καὶ νῦν πεπόμφαμεν πάλιν τὸν Ἀπῦγχιν. γράψον ἡμῖν τίς ἀδικεῖ. εἰ δὲ …ι ὀμνύομεν τοὺς θεοὺς ἦ μὴν μετρῆσαι Κότυος τὰ ἐκφόριά σου ἀπολέγοντος αὐτόν. περὶ δὲ τοῦ φυλακίτου ἐὰν τε διάξῃ ἀντιποιούμενος περὶ τῶν σπερμάτων δέσμιον αὐτὸν ἐξαπόστειλον πρὸς ἡμᾶς. ἔρρωσο. ἔτους ϛ Φαῶφι κα. προσταυσως ἐπὶ τῶν γεοργῶν τα… Μεγχεῖ.