Ancient Greek
P.Tebt. 1 26
Documentary Papyri, P.Tebt. 1 26
Not analysed yet
Ὧρος τοῖς τοπογραμματεῦσι καὶ κωμογραμματεῦσι χαίρειν. ὡς ἂν ἀναγνῶτε τὴν ἐντολὴν συμμείσγετε τεταγμένοις πρὸς τὸν κατάπλουν ἀκολούθως οἷς γέγραφεν Εἰρηναῖος ὁ συγγενὴς καὶ διοικητής. ἀπεστάλκαμεν δὲ τούτων χάριν τοὺς τὰ γράμματα ἐπιδεικνύοντας. τοῦ γρ με καὶ ποιήσειν ἀκολούθως. ἔτους δ Φαῶφιθ. Ὥρωι χαίρειν. ὄντι μοι ἐν Πτολεμαίδει Εὐεργέτιδι πρὸς τῆι ἐπιδόσει τῶν ἐπαιτουμένων λόγων προσέπεσεν ἡμῖν περὶ τοῦ τοὺς ἐκ τῆς κώμης βασιλικοὺς γεωργοὺς ἐγκαταλείποντας τὴν ἐπικειμένην ἀσχολίαν ἀνακεχωρηκέναι ἐπὶ τὸ ἐν Ναρμούθι ἱερὸν τῆι ιθ τοῦ ὑποκειμένου μηνός. καλῶς ἔχειν ὑπέλαβον προσανενέγκαι ὅπως εἰδῇς. ἔρρωσο. ἔτους δ Φαῶφι κ.