Ancient Greek
P.Tebt. 1 27
Documentary Papyri, P.Tebt. 1 27col4
Not analysed yet
ἐλάβομεν ἔτους δ Μεχεὶρ ιδ. Ὧρος τοῖς κωμογραμματεῦσι χαίρειν. τῆς παρʼ Εἰρηναίου τοῦ συγγενοῦς καὶ διοικητοῦ ἐπιστολῆς τὸ ἀντίγραφον ὑπόκειται. ἀναγραψάμενοι οὖν τὰ ὑπάρχοντα ἐν τοῖς καθʼ ὑμᾶς τόποις τῶι Πρωτάρχωι πέμψεθʼ ἡμῖν διὰ τοῦ τὴν ἐντολὴν ἐπιδεικνύντος τὴν γραφὴν …ς ἔχουσαν ὅπως τὰ ἄλλα ἐπιτελεσθῇ ἀκολούθως τοῖς ἐπεσταλμένοις. ἔρρωσθε. ἔτους δ Μεχεὶρ ι. Εἰρηναῖος Ὥρωι χαίρειν. τῆς πρὸς Ἀσκληπιάδην ἐπιστολῆς ἀντίγραφον ὑπόκειται. φρόντισον οὖν ὅπως γένητʼ ἀκολούθως. ἔτους δ Δύστρου κα Τῦβι κα. Ἀσκληπιάδει. τῆς πρὸς Ἀπολλώνιον ἐπιστολῆς ἀντίγραφον ὑπόκειται. προσέδρευσον οὖν ὅπως γένητʼ ἀκολούθως τοῖς προσεπεσταλμένοις. Ἀπολλωνίωι. ἀνέγνωμεν οἷα γράφεις περὶ τῶν κατὰ Πρώταρχον ὃν τρόπον συνταχθεὶς ὑπὸ Ἀσκληπιάδου τοῦ ἐπὶ τῶν προσόδων ενσυν…ει…ν…ος τὸ ἐν αὐτῶι ὀφειλόμενον πρὸς τὴν ἐπιγραφὴν ἀπὸ ἀργυρίου κατατιθέναι καὶ εὐκοσμότερον ἐν τῇ ἑαυτοῦ οἰκίαι παρακατε…μενος μέχρι ἂν ἑαυτῶι λόγον δοὺς προνοηθῆι τὰ τῆς διαγνώσεως τῶν χρημάτων, ἀντὶ τοῦ τοῦτο ποιῆσαι δι…εις τὸν εἰς τὴν πόλιν κατάπλουν ἐπεποίητο, ὅπως τοῦ πράγματος πολλὴν διατροπὴν παρεσχημένου ἐν τῆι τῶν λοιπῶν τῶν πρὸς τὸ εἶδος ὀφειλομένων πρακτορείαι ἀνεπιστρόφητος περὶ τῶν κατʼ αὐτὸν γένηται. ἵνα μὲν οὖν διὰ προγράμματος προσκληθῆι καὶ ἐὰν μὴ ἀπαντήσηι εἰς τ… ἐκθεματισθῆι συντετάχαμεν τοῖς πρὸς τούτοις καθὰ προσήκει καὶ Ἀσκληπιάδει προσπεφωνήκαμεν …τὰ ὑπάρχοντα αὐτῶι πρὸς τὰ ἐν αὐτῶι ὀφειλόμενα …ωι.