Ancient Greek
P.Tebt. 1 31
Documentary Papyri, P.Tebt. 1 31
Not analysed yet
ἐλάβομεν ἔτους ε Φαμενὼθ …Μαρρῆς Μεγχεῖ χαίρειν. τῆς παρὰ Ὥρου βασιλικοῦ γραμματέως ἐπιστολῆς περὶ ἧς δηλοῖ γεγονέναι παραχωρήσεως Διονυσίωι Διονυσίου ὑπὸ Μενάνδρου τοῦ Πανταύχου κλήρου περὶ Κερκεοσῖριν τὸ ἀντίγραφον ὑπόκειται. ἔτους ε Φαμενὼθ …Ὧρος Μαρρεῖ χαίρειν. τῆς παρὰ Ἀριστίππου τοῦ πρὸς τῆι συντάξει τῶν κατοίκων ἱππέων ἐπιστολῆς περὶ ἧς δηλοῖ γεγονέναι παραχωρήσεως ὑπὸ Μενάνδρου Διονυσίωι Διονυσίου τὸ ἀντίγραφον ὑπόκειται. ἔτους ε Φαμενὼθ κβ. Ἀρίστιππος Ὥρωι χαίρειν. τοῦ δεδομένου ἡμῖν ὑπομνήματος παρὰ Διονυσίου τοῦ Διονυσίου Μακεδόνος περὶ ὧν δηλοῖ παρακεχωρῆσθαι αὐτῶι ὑπὸ Μενάνδρου τοῦ Πανταύχου κλήρου περὶ Κερκεοσῖριν τῆς Πολέμωνος μερίδος ἀρουρῶν λδ ιϛ λβ τὸ ἀντίγραφον ὑποτετάχαμεν. καλῶς οὖν ποιήσεις συντάξας καὶ παρὰ σοὶ ἀναγράφειν εἰς αὐτὸν τὴν δηλουμένην γῆν. ἔτους ε Φαμενὼθ κβ. Ἀριστίππωι τῶν πρώτων φίλων καὶ πρὸς τῆι συντάξει παρὰ Διονυσίου τοῦ Διονυσίου Μακεδόνος. παρακεχωρημένος τὸν Μενάνδρου τοῦ Πανταύχου κλῆρον περὶ Κερκεοσῖριν τῆς Πολέμωνος μερίδος ἀρουρῶν λδ ιϛ λβ, τῶν δὲ πρὸς ταῖς γραμματείαις ἀγνοούντων τὴν γεγονυῖαν οἰκονομίαν καὶ ἔτι ἀναγραφόντων τὸν κλῆρον εἰς τὸν Μένανδρον, ἀξιῶ συντάξαι γράψαι τῶι βασιλικῶι γραμματεῖ ἵνʼ εἰδὼς ἀναγράφηι εἴς με τὰς σημαινομένας ἀρούρας λδ ιϛ λβ ἵνʼ ὦ πεφιλανθρωπημένος. εὐτύχει.