Ancient Greek
P.Tebt. 1 29
Documentary Papyri, P.Tebt. 1 29
Not analysed yet
…τοῖς χρηματισταῖς ὧν εἰσαγωγεὺς Δω… παρὰ Πολέμωνος τοῦ καὶ Πετεσούχου κωμογραμματέως Κερκεοσίρεως τῆς Πολέμωνος μερίδος. Ἀκουσίλαος καὶ Πτολεμαῖος οἱ δύο Ἡρακλείδου τῶν ἐκ τῆς κώμης ἀποδέδωκάν μοι παρʼ ὑμῶν ἀντίγραφον ἐντεύξεως προφερόμενοι ὑφελέσθαι με αὐτῶν γῆν, ὑπὲρ ὧν καὶ τυγχάνω ἀποδεδωκὼς ὑμῖν χρηματισμὸν πα… την τῆς τούτων σ…λης. καθεστηκότος οὖν τοῦ δέοντος καιροῦ τῆς τρύγης φροντίδος ἱκανῆς φορολογίας περὶ ἐμὲ οὔσης καὶ διαγραφῆς μοι ἐπικειμένης τῶν ὑποκειμένων τῆι χρείαι βασιλικῶν καὶ πυρίνου μερισμοῦ, ἀξιῶ τοῦ καιροῦ αὐτοῦ προσδεομένου συντάξαι παρεπισχεῖν τὰ καθʼ ἡμᾶς μέχρι τοῦ ἀπὸ τῆς προκειμένης ἀσχολίας ἀπολυθῆναι ἵνα μηδὲν ἦι ἐμπόδιον.