Ancient Greek
P.Tebt. 1 34
Documentary Papyri, P.Tebt. 1 34
Not analysed yet
Φιλόξενος Ἀπολλῶτι τῶι ἀδελφῶι χαίρειν καὶ ἐρρῶσθαι. ἅμα τῷ σε λαβεῖν τὸ ἐπιστόλιν συνελθεῖν Ὥρῳ Κότυος πρὸς Ἑρμίαν τὸν κωμογραμματέα χάριν τοῦ παρʼ αὐτοῦ ἀπηγμένου καὶ πρὸς Χαιρήμωνα τὸν πράκτορα. ἀπολυθήτω δὲ καὶ μὴ παρενοχλείσθω ὑπʼ οὐδενὸς διὰ τὸ γεγραφηκέναι ἡμῖν Δημήτριον περὶ αὐτοῦ, ὄντα δὲ αὐτοῦ ὑπὸ σκέπην καὶ γεωργόν. γράφω σοι δὲ διαστολὰς αὐτοῖς δοῦναι. …Ἀθηνίων Ἀρχίου