Ancient Greek
P.Tebt. 1 35
Documentary Papyri, P.Tebt. 1 35
Not analysed yet
Ἀπολλώνιος τοῖς ἐν τῆι Πολέμωνος μερίδι ἐπιστάταις καὶ τοῖς ἄλλοις τοῖς ἐπὶ χρειῶν τεταγμένοις χαίρειν. τῆς ἀναδεδομένης κατὰ κώμην ζμύρνης μηδένα πλεῖον πράσσειν τῆς μνᾶς ἀργυρίου δραχμῶν μ, ἐν χαλκῶι ταλάντων γ Β, καὶ τούτοις καταγωγίμου τῶι ταλάντωι δραχμῶν σ, ταῦτα δὲ διαγράφειν ἕως γ τοῦ Φαρμοῦθι τῶι ἀπεσταλμένωι τούτων χάριν πράκτορι. τὸ δʼ ὑποκείμενον πρόγραμμα ἐκτεθήτῶ καὶ διὰ τῆς τοῦ κωμογραμματέως γνώμης, ὃς καὶ μεθʼ ὑμῶν ὑπὸ τὴν ἐντολὴν ὑπογράφει· ἢ ὅτι ὁ παρὰ ταῦτα ποιῶν ἑαυτὸν αἰτιάσεται. πεπόμφαμεν δὲ τούτων χάριν καὶ τοὺς μαχαιροφόρους. ἔρρωσθε. ἔτους ϛ Φαρμοῦθι β. τοὺς ἐπ… παρὰ τῶν κατὰ κώμην ἐπιστατῶν καὶ τῶν ἄλλων ζμύρναν μὴ πλεῖον διαγράφειν τῆς μνᾶς ἀργυρίου δραχμῶν μ, ἐν χαλκῶι ταλάντων γ δραχμῶν Β, καὶ καταγώγιον τῶι ταλάντωι δραχμῶν σ, ἢ ὅτι παρὰ ταῦτα ποιῶν ἑαυτὸν αἰτιάσεται.