Ancient Greek
P.Tebt. 1 39
Documentary Papyri, P.Tebt. 1 39
Not analysed yet
Μεγχεῖ κωμογραμματεῖ Κερκεοσίρεως παρʼ Ἀπολλοδώρου ἐξειληφότος τὴν διάθεσιν καὶ τὸ τέλος τοῦ ἐλαίου τῆς αὐτῆς τὸ δ ἔτος. τυγχάνω καὶ πρότερον ἐπιδεδωκὼς Πολέμωνι τῶι τῆς κώμης ἐπιστάτει περὶ τοῦ προσπεσόντος μοι τῆι κζ τοῦ Φαῶφι εἶναι ἐν τῆι Σισόιτος τοῦ Σεναπύγχιος οἰκίαι τῆι οὔσηι ἐν τῶι αὐτόθι Θοηριείωι ἐλαικὸν ἐπίτιμον. εὐθέως παραλαβόντι Τρύχαμβον τὸν παρὰ τοῦ οἰκονόμου ἀπεσταλμένον ἐπὶ τὴν διαγραφὴν διὰ τὸ μὴ βούλεσθαι σὲ καὶ τοὺς ἐπὶ πραγμάτων συνακολουθεῖν ἐπὶ τὴν σημαινομένην οἰκίαν καὶ ἐπελθόντι οὕτως ὁ προγεγραμμένος καὶ ἡ τούτου γυνὴ Ταυσῖρις ἐμπλεκέντες μοι καὶ δόντες πληγὰς πλείους ἐγβιασάμενοι ἀπέκλεισαν τήν τε τοῦ ἱεροῦ καὶ τῆς οἰκίας θύραν. ὅθεν τῆι δ τοῦ Ἁθὺρ ἐμπεσόντος μου τῶι Σισόιτι παρὰ τὸ αὐτόθι Διὸς ἱερὸν καὶ βουλομένου ἀγωγὴν ποιήσασθαι, Ἰνείλοτος μαχαιροφόρου παρόντος καὶ Τρυχάμβου, ἐπεκχυθέντες ἡμῖν Παυσῖρις ὁ τούτου ἀδελφὸς σακκοφόρος καὶ Βελλῆς καὶ Δημᾶς καὶ Μάρων Τακοννῶτος σὺν ἄλλοις ὧν τὰ ὀνόματα ἀγνοῶ καὶ ἡμῶν ἐγκρατεῖς γενόμενοι ἐμβαλόντες ἡμῖν πληγὰς πλείους αἷς εἴχοσαν κράνοις καὶ ἐτραυμάτισαν τὴν γυναῖκά μου εἰς τὴν δεξιὰν χεῖρα καὶ ἐμὲ ὁμοίως, ὥστʼ ἂν βλάβος γεγονέναι τῆι ὠνῆι εἰς χαλκοῦ τάλαντα ι. ἐπιδίδωμί σοι τὸ προσάγγελμα ὅπως συντάξῃς οἷς καθήκει ἵνʼ εἰσπραχθέντες …