Ancient Greek
P.Tebt. 1 40
Documentary Papyri, P.Tebt. 1 40
Not analysed yet
ἐλήφθη ἔτους νγ Τῦβι ιε. Ἀμεννεῖ βασιλικῶι γραμματεῖ παρὰ Πνεφερῶτος τοῦ Παοῦτος τοῦ ἐξειληφότος τὴν ζυτηρὰν καὶ νιτρικὴν Κερκεοσίρεως τῆς Πολέμωνος μερίδος εἰς τὸ νγ ἔτος. σαφέστερον μετειληφὼς τοὺς ἐκ τῆς κώμης ὁμοθυμαδὸν ἀντέχεσθαι τῆς σῆς σκέπης, καὶ αὐτὸς προθυμούμενος εἶναι ἐκ τῆς οἰκίας διά τὸ μάλιστα ἐπιβάλλειν προνοεῖσθαι τῶν βασιλικῶν, ἀξιῶ συντάξαι γράψαι Δημητρίωι τῶι τῆς κώμης ἐπιστάτει καὶ Νικάνορι ἀρχιφυλακίτι καὶ Μεγχεῖ κωμογραμματεῖ καὶ τοῖς πρεσβυτέροις τῶν γεωργῶν ἐπαναγκάσαι τοὺς ἐκ τῆς κώμης κατακολουθεῖν τοῖς ἐξ ἀρχῆς ἐθισμοῖς ὅπως δύνωμαι τὰ καθήκοντα ἀπευτακτεῖν. εὐτύχει. Μεγχῆι κωμογραμματεῖ. γενηθήτω τῶι ὑποτελεῖ τὸ δίκαιον κατὰ τοὺς τῆς κώμης ἐθισμούς. ἔτους νγ Τῦβι ιγ. Μεγχῆι.