Ancient Greek
P.Tebt. 1 42
Documentary Papyri, P.Tebt. 1 42
Not analysed yet
Πτολεμαίωι συγγενεῖ καὶ στρατηγῶι παρὰ Μαρρείους τοῦ Μαρεσισούχου ἱερέως Σοκνοβτύνιος θεοῦ μεγάλου ὄντος δὲ καὶ βασιλικοῦ γεωργοῦ τῶν ἐκ Τεβτύνεως τῆς Πολέμωνος μερίδος. ἠδικημένος καθʼ ὑπερβολὴν ὑπὸ Ἁρμιύσιος συναλλαγματογράφου τῆς αὐτῆς, ὁ γὰρ ἐγκαλούμενος ἐν τῷ αὐτῷ συνεῖπε Θρᾳκίδᾳ Ἀπολλωνίου τῶν ἐκ τῆς αὐτῆς, ἐν γὰρ τῶι ἐνεστῶτι ἔτει Θωὺθ ἐθέμην μίσθωσιν τῆς ὑπαρχούσης μοι περὶ τὴν αὐτὴν βασιλικῆς γῆς ἀρουρῶν ϛ ἐκφορίου τοῦ παντὸς ἀποτάκτου πυροῦ ἀρταβῶν λϛ, ὁ δὲ Ἁρμιῦσις ἀντὶ τοῦ προκειμένου κεφαλαίου ἔθετο μίσθωσιν πυροῦ ἀρταβῶν λ καὶ ἀπὸ τούτων ὥστʼ ἔχειν με ἐν προδόματι ἀρτάβας ϛ τοῦ τοιούτου μὴ ὄντος, τὸ παρὰ τοῦτο ῥαδιουργημένας …του πράγματος …