Ancient Greek
P.Tebt. 1 43
Documentary Papyri, P.Tebt. 1 43
Not analysed yet
βασιλεῖ Πτολεμαίωι καὶ βασιλίσσηι Κλεοπάτραι τῆι ἀδελφῆι καὶ βασιλίσσηι Κλεοπάτραι τῆι γυναικὶ θεοῖς Εὐεργέταις χαίρειν Μεγχῆς κωμογραμματεὺς Κερκεοσίρεως τῆς Πολέμωνος μερίδος τοῦ Ἀρσινοίτου καὶ ὁ τούτου ἀδελφὸς Πολέμων. τῆι ιζ τοῦ Ἁθὺρ τοῦ ἐνεστῶτος νγ ἔτους προσπεσόντος ἡμῖν Ἀσκληπιάδην τινὰ τῶν παρʼ Ἀμινίου τοῦ ἐπιστάτου τῶν φυλακιτῶν τοῦ αὐτοῦ νομοῦ παραγείνεσθαι εἰς τὴν κώμην καὶ κατὰ τὸ …μ…ον παρεγενήθημεν εἰς ἀπάντησιν σὺν τῶι τῆς κώμης κωμάρχωι καί τισι τῶν πρεσβυτέρων τῶν γεωργῶν καὶ Δημητρίωι τῶι διεξάγοντι τὰ κατὰ τὴν ἐπιστατείαν καὶ ἀρχιφυλακιτείαν τῆς αὐτῆς καὶ ἄλλοις, οὐδεμίαν ἔχοντες …αμινωντ…ων ἐξεδεξιασάμεθα αὐτόν, καὶ ἐπίλημψιν ἡμῶν ἐποιήσατο ὁμοίως δὲ καὶ τοῦ Δημητρίου καὶ ἑνὸς τῶν γεωργῶν Μαρρείους Πετῶτος, προφερόμενος ἐπιδεδόσθαι κατὰ ἡμῶν καὶ Μαρώνος τοῦ Διοδώρου καὶ Πετεσούχου τοῦ …ου καὶ Ἕρμωνος τοῦ …ου τῶν ἐκ τῆς αὐτῆς καὶ Ἀρτεμιδώρου κωμογραμματέως Ἰβίωνος Εἰκοσιπενταρούρων προσαγγελίαν ὑπὸ Ἁρυώτου τοῦ Ἁρσιγήσιος τῶν ἀπὸ Κροκοδίλων πόλεως ὡς συνδεδειπνηκότων αὐτῶι ἔν τινι καπηλείωι ἐν τῆι κώμηι καὶ ἐπανῄρηται αὐτὸς φαρμάκωι, ὑφʼ οὗ καὶ ἀναχθέντες ἐπὶ τὸν Ἀμινίαν τῇ ιθ τοῦ αὐτοῦ μηνὸς ἐξ ἐπισκέψεως παρόντος καὶ Ἀμεννέως τοῦ βασιλικοῦ γραμματέως παραχρῆμα ἀπελύθημεν διὰ τὸ ἀναιτίους φανῆναι, ὅθεν προορώμενοι μή ποτε περὶ τῶν αὐτῶν ὑπό τινων τῶν μὴ ἀπὸ τοῦ βελτίστου ἀναστρεφομένων παρενοχληθῶμεν μηδὲ …τιμωι τῶν προσαγγελέντων ὑφʼ ἡμῶν ἔν τισιν ἠγνοηκότων ἐν τοῖς ὑμῖν ἀνήκουσι συκοφαντηθῶμεν διασεσεισμένων προήγμεθα τὴν ἐφʼ ὑμᾶς καταφυγὴν ποιήσασθαι, δεόμεθα, θεοὶ μέγιστοι νικηφόροι, μερίσαντας καὶ ἡμῖν ἧς ἔχετε πρὸς πάντας ἀντιλήμψεως, ἐπεὶ ἐξ ἐπισκέψεως ἐν συνεδρίαι παρόντος καὶ τοῦ βασιλικοῦ γραμματέως πεφήναμεν ἀναίτιοι ἐὰν φαίνηται προστάξαι ἀποστεῖλαι ἡμῶν τὴν ἔντευξιν ἐπʼ Ἀπολλώνιον τὸν συγγενῆ καὶ στρατηγὸν ὃς ἀκόλουθος ὢν τῆι ὑμετέρᾳ βουλήσει προνοεῖται ὡς οὐθεὶς ἀναδικήσει …συκοφαντίας τε καὶ διασεισμοῦ χάριν ὅπως μηθενὶ ἐπιτρέπηται ὕστερον περὶ τῶν αὐτῶν παρενοχλεῖν ἡμᾶς μηδὲ περισπᾶν κατὰ μηδεμίαν παρεύρεσιν, ὅπως ὁ Μεγχῆς ἀνεμποδίστως τὰ τῆς χρείας σοι ἐκπληρώσηι, τετευχότες τῆς παρʼ ὑμῶν εἰς ἅπαντα τὸν βίον ἀντιλήμψεως. εὐτυχεῖτε. Ἀπολλωνίωι. ἐὰν ἦι οἷα προφέρεται προνοηθῆναι ὡς οὐ παρενοχληθήσεται ἔτους νγ Παχὼν δ