Ancient Greek
P.Tebt. 1 44
Documentary Papyri, P.Tebt. 1 44
Not analysed yet
Μεγχεῖ κωμογραμματεῖ Κερκεοσίρεως παρὰ Ἁρυώτου τοῦ Φαήσιος βασιλικοῦ γεωργοῦ τῶν ἐκ τῆς αὐτῆς. ὄντος μου ἐπὶ θεραπείαι ἐν τῶι αὐτόθι μεγάλωι Ἰσιείωι χάριν τῆς περιεχούσης με ἀρρωστίας, τῆι δὲ κγ τοῦ Παχὼν τοῦ γ ἔτους Ὧρος Ἁρυώτου τῶν κατοικούντων ἐν τῶι δεδηλωμένωι Ἰσιείωι συστησάμενός μοι μάχην καὶ ἕως μέν τινος ἐλοιδόρησέ πολλὰ καὶ ἀσχήμονα, ὕστερον δὲ ἐπιπηδήσας ἔδωκεν πληγὰς πλείους ἧι εἶχεν ῥάβδωι. ἐπεὶ οὖν ὑπὸ τῶν πληγῶν κινδυνεύω τῶι ζῆν διὸ προσαγγέλλω σοι ὅπως ὑποτάξῃς οἷς καθήκει ἵνʼ ὑπάρχηι μοι ἐν χρηματισμῶι μή ποτε ἐξ ὑστέρου παθόντος τί μου ἀθῶιος διαφύγηι. εὐτύχει. κωμογραμματεῖ.