Ancient Greek
P.Tebt. 1 48
Documentary Papyri, P.Tebt. 1 48
Not analysed yet
Μεγχεῖ κωμογραμματεῖ Κερκεοσίρεως παρὰ Ὥρου κωμάρχου καὶ τῶν πρεσβυτέρων τῶν γεωργῶν τῆς αὐτῆς. κεχειρογραφηκότων ἡμῶν Πολέμωνι τῶι τοπάρχηι περὶ τοῦ παραδώσειν εἰς τὸ βασιλικὸν ἕως ι τοῦ Παχὼν πυροῦ ἀρτάβας Αφ περὶ ὧν καὶ προσεδρευόντων διά τε νυκτὸς καὶ ἡμέρας μέχρι τοῦ τὸ προκείμενον ἐκπληρῶσαι καὶ τὴν ἐπιγεγραμμένην πρὸς τὴν τοῦ βασιλέως παρουσίαν ἀγορὰν πυροῦ ἀρταβῶν π, τῆι δὲ γ τοῦ προκειμένου μηνὸς ὄντων πρὸς τῆι παραδόσει τῶν ἐκφορίων καὶ τοῦ ἁλοητοῦ ἐπελθόντος ἐπὶ τὴν ἅλω Λύκου σὺν ἄλλοις ἐν ὅπλοις καὶ σπασαμένων τὰς μαχαίρας ἐπιλαβομένων τοῦ ἑνὸς ἡμῶν Ὥρου κωμάρχου καὶ τούτου ἀγωγὴν μετὰ σκυλμοῦ ποιουμένων ῥίψαντα τὸ ἱμάτιον εἰς φυγὴν ὁρμῆσαι, καὶ ἡμᾶς τε σὺν τοῖς λοιποῖς γεωργοῖς ὑπόπτως σχόντας συνδεδραμηκέναι, διὰ δὲ ταύτην τὴν αἰτίαν ἐμποδισθῆναι ἐν τοῖς κατὰ τὴν παράδοσιν τῶν ἐκφορίων καὶ τῶν ἄλλων ἐπιγεγραμμένων. τῆι δὲ δ συμψήσαντες τὸν Λύκον καὶ τοὺς σὺν αὐτῶι ἐπὶ τὸν …