Ancient Greek
P.Tebt. 1 49
Documentary Papyri, P.Tebt. 1 49
Not analysed yet
Μεγχεῖ κωμογραμματεῖ Κερκεοσίρεως παρὰ Ἀπολλοφάνους τοῦ Διονυσοδώρου βασιλικοῦ γεωργοῦ τῶν ἐκ τῆς αὐτῆς. τῆι κ τοῦ Φαῶφι τοῦ ε ἔτους Νίκωνος τοῦ Ἀμεννέως τῶν ἐκ τῆς αὐτῆς κώμης ἐγλύοντος τὰ ἐν τῆι ἑαυτοῦ γῆι ὕδατα κατακέκλυκεν ἀπὸ τῆς ὑπαρχούσης μοι βασιλικῆς γῆς εἰς ἀρούρας β δ ὑπʼ ἀροσμὸν οὔσης ὥστʼ ἂν εἰς τέλος ἀποστρ…θαι καὶ ἐπιγενέσθαι μοι βλάβος εἰς πυροῦ ἀρτάβας κ. διὸ ἐπιδίδωμί σοι ὅπως τοῦ ἐγκαλουμένου προσκληθέντος ἐπαναγκασθῆι ἀποδοῦναί μοι τὸ βλάβος, ἐὰν δὲ ἀπειθῆι ὑποτάξαι τοῦ ὑπομνήματος ἀντίγραφον οἷς καθήκει ἵνʼ ὑπάρχηι μοι ἐν χρηματισμῶι καὶ μηθὲν τῶι βασιλεῖ διαπέσηι. εὐτύχει. …