Ancient Greek
5.2.37 to 5.3.67
Documentary Papyri, P.Tebt. 1 5.2.37-5.3.67
Not analysed yet
προστετάχασι δὲ καὶ τοὺς κεκληρουχημένους πάντας καὶ τοὺς τὴν ἱερὰν γῆν καὶ τὴν ἄλλην τὴν ἐν ἀφέσει γῆν ἔχοντας πάντας καὶ τοὺς ἐπιβεβηκότας ἐπὶ τὴν βασιλικὴν καὶ τοὺς ἄλλους τοὺς τὴν πλείω γῆν ἔχοντας τῆς καθηκούσης ἀποβάντας ὧν ἔχουσι πλειόνων ἁπάντων καὶ προσαγγείλαντας ἑαυτοὺς καὶ παραδόντας ἐνιαυτοῦ ἐκφόριον ἀπολύεσθαι τῶν ἕως τοῦ να ἔτους χρόνων κ… κρατεῖν κυρίως. τοὺς δὲ ἐπιλέκτους καὶ μαχίμους δεκαρούρους καὶ ἑπταρούρους καὶ τοὺς τούτων ἡγουμένους καὶ τοὺς ἄλλους τοὺς φερομένους ἐν τῆι συντάξει καὶ τοὺς ναυκληρομαχίμους καὶ τοὺς ἐκ τοῦ πολ… κρατεῖν ὧν κατεσχήκασι κλήρων ἕως τοῦ νβ ἔτους ἀκατηγορήτους καὶ ἀνεπιλήπτους ὄντας. ἀφιᾶσι δὲ πάντας καὶ τοῦ ὀφειλομένου λειτουργικοῦ. προστετάχασι δὲ καὶ τὴν ἱερὰν γῆν καὶ τὰς ἄλλας ἱερὰς προσόδους τὰς ὑπαρχούσας τοῖς ἱεροῖς μένειν κυρίως, λαμβάνεσθαι δὲ καὶ τὰς ἀπομοίρας ἃς ἐλάμβανον ἔκ τε τῶν κτημάτων καὶ τῶν παραδείσων καὶ τῶν ἄλλων. ὡσαύτως δὲ καὶ τὰ ὑποκείμενα χρήματα ἢ τὰ ἐκ τοῦ βασιλικοῦ εἰς τὰς συντάξεις τῶν ἱερῶν καὶ τὰ ἄλλα τὰ συγκεκριμένα ἕως τοῦ να ἔτους ἀποδιδόναι εὐτάκτως ὡς ἐπὶ τῶν ἄλλων, καὶ μηθενὶ ἐξεῖναι λαμβάνειν τι ἐκ τούτων. μηθένα δὲ παραιρεῖσθαι μηθὲν τῶν ἀνιερωμένων τοῖς θεοῖς μετὰ βίας μηδὲ πειθανάγκην προσάγειν τοῖς προεστηκόσι τῶν ἱερῶν προσόδων, ἤτοι κώμας ἢ γᾶς ἢ ἄλλας ἱερὰς προσόδους μηδὲ κοινωνικὰ μηδὲ στεφάνους μηδὲ τὰ ἀρταβίεια λαμβάνειν ἐκ τῶν ἀνιερωμένων τοῖς θεοῖς μηδὲ τὰς ἱερὰς ἀρούρας σκεπάζειν παρευρέσει μηδεμιᾷ, ἐᾶν δὲ διὰ τῶν ἱερέων αὐτῶν διοικεῖσθαι. ἀφιᾶσι δὲ καὶ τοὺς ἐπιστάτας τῶν ἱερῶν καὶ τοὺς ἀρχιερεῖς καὶ ἱερεῖς τῶν ὀφειλομένων πρός τε τὰ ἐπιστατικὰ καὶ τὰς προστιμήσεις τῶν ὀθονίων ἕως τοῦ ν ἔτους. ὁμοίως δὲ καὶ τοὺς ἔχοντας ἐν τοῖς ἱεροῖς γέρα καὶ προφητείας καὶ γραμματείας καὶ ἄλλας λειτουργίας τῶν ὀφειλομένων ἐν αὐτοῖς πρὸς τὰς ἐπὶ ἐνίοις καιροῖς ἀπῃτημένας καρπείας ἕως τοῦ ν ἔτους.