Ancient Greek
5.3.68 to 5.4.98
Documentary Papyri, P.Tebt. 1 5.3.68-5.4.98
Not analysed yet
ὁμοίως δὲ καὶ τοὺς πλείονας καρπείας ἐξενηνεγμένους ἕως τοῦ αὐτοῦ χρόνου τῶν ἐπιτίμων. ὡσαύτως δὲ καὶ τοὺς ἐν τοῖς ἐλάσσοσιν ἱεροῖς καὶ Ἰσιείοις καὶ ἰβίων τροφαῖς καὶ ἱερακείοις καὶ Ἀνουβιείοις καὶ τοῖς ἄλλοις τοῖς παραπλήσιον τῶν παραπλησίων πρ…τους ἕως τοῦ αὐτοῦ χρόνου. τοὺς δὲ κρατοῦντας τῶν τοιούτων ἱερῶν καὶ α…μενους τὰ ἐκ τῶν ἀνιερωμένων ἐδαφῶν καὶ τῶν ἄλλων προσόδων καὶ ὑποσκευάζοντας καὶ ἀπο…ν ἔτεσιν ἐπὶ δὲ τῶν τ…ν τοῖς θεοῖς …ατα καὶ …υ …τη υπα… τοῖς ἐδάφεσι. προστετάχασι δὲ καὶ τὰ εἰς τὴν ταφὴν τοῦ Ἄπιος καὶ Μνήυιος ζητεῖν ἐκ τοῦ βασιλικοῦ ὡς καὶ ἐπὶ τῶν ἀποτεθεωμένων. ὡσαύτως δὲ καὶ τῶν ἄλλων ἱερῶν ζῴων τὰ ὑποκείμενα. τὰς ἠγορασμένας προφητείας καὶ γέρα καὶ γραμματείας εἰς τὰ ἱερὰ ἐκ τῶν τὰς ἠγορασμένας προφητείας καὶ γέρα καὶ γραμματείας εἰς τὰ ἱερὰ ἐκ τῶν ἱερῶν προσόδων ὧν τὰς τιμὰς τεταγμένοι εἰσὶν μένειν τοῖς ἱεροῖς κυρίως, ταύτας δὲ μὴ ἐξεῖναι τοῖς ἱερεῦσι παραχωρεῖν τοῖς ἄλλοις. προστετάχασιν δὲ ἐκ τῶν ὑπαρχόντων ἀσύλων τόπων μηθένα ἐξάγειν μήτε ἀποβιάζεσθαι παρευρέσει μηδεμιᾷ. καὶ ἐπεὶ προσπίπτει τοὺς πρὸς ταῖς σιτολογίαις καὶ ἀντιγραφείαις μείζοσι μέτροις παρὰ τὰ εὔσταθμα ἐν ἑκάστωι νομῶι ἀποδεδειγμένα χαλκᾶ …μέτροις παρηλλαγμένους …ἐπισταθμᾶσθαι τῶν εἰς τὸ βασιλικὸν καθηκόντων καὶ κατὰ τοῦτο τοὺς γεωργοὺς μὴ τὰς χοίνικας αἰτεῖσθαι προστετάχασι τοὺς στρατηγοὺς καὶ τοὺς ἐπὶ τῶν προσόδων καὶ τοὺς βασιλικοὺς γραμματέας τὰς στάθμας τῶν μέτρων ἀπὸ τοῦ βελτίστου ποιεῖσθαι παρόντων τῶν κατὰ τὰς προσόδους τῶν γεωργῶν καὶ τῶν ἱερέων καὶ τῶν κληρούχων καὶ τῶν ἄλλων τῶν τὴν ἐν ἀφέσει γῆν ἐχόντων …χαλκ καὶ μὴ πλεῖον ἔχειν τῶν εἰς τὰ παραπτώματα ἐπικεχωρημένων …ι… …β, τοὺς δὲ παρὰ ταῦτα ποιοῦντας θανάτωι ζημιοῦσθαι. προστετάχασι δὲ καὶ τοὺς γεωργοῦντας κατὰ τὴν χώραν γῆν ἀμπελῖτιν ἢ παραδείσους …ἐὰν καταφυτεύσωσι ἐν τῆι κατακεκλυσμένηι καὶ κεχερσωμένῃ ἀπὸ τοῦ νγ ἔτους ἕως τοῦ νζ ἔτους ἀτελεῖς ἀφεῖναι ἀφʼ οὗ ἂν αὐτὰς καταφυτεύσωσι ἐφʼ ἔτη ε καὶ ἀπὸ τοῦ ϛ ἔτους εἰς ἄλλα τρία ἔλασσον τοῦ καθήκοντος πράσσειν τῶι τετάρτωι ἔτει, ἀπὸ δὲ τοῦ θ ἔτους πάντας τελεῖν καθὰ καὶ οἱ ἄλλοι οἱ τὴν σπόριμον κεκτημένοι, τοῖς δʼ ἐν τῆι Ἀλεξανδρέων χώρᾳ πρὸς τοῖς ἐπὶ τῆς χώρας προσδοῦναι ἄλλα ἔτη γ.