Ancient Greek
5.7.155 to 5.8.199
Documentary Papyri, P.Tebt. 1 5.7.155-5.8.199
Not analysed yet
μηθένα δὲ λογεύειν μηθὲν παρὰ τῶν γεωργῶν καὶ τῶν ὑποτελῶν καὶ τῶν ἐπιπεπλεγμένων ταῖς προσόδοις καὶ μελισσουργῶν καὶ τῶν ἄλλων ὥστε τοῖς στρατηγοῖς καὶ ἐπιστάταις τῶν φυλακιτῶν ἢ ἀρχιφυλακίταις ἢ οἰκονόμοις ἢ τοῖς παρʼ αὐτῶν ἢ τοῖς ἄλλοις τοῖς πρὸς ταῖς πραγματείαις καθʼ ὁντινοῦν τρόπον. μηδὲ τοὺς στρατηγοὺς μηδὲ τοὺς ἐπὶ χρειῶν τεταγμένους καὶ τοὺς κειμένην βασιλικὴν γῆν καὶ τοὺς τούτοις ὑποτεταγμένους καὶ τοὺς ἄλλους πάντας τὴν ἐν ἀρετῆι κειμένην βασιλικὴν γῆν παραιρεῖσθαι τῶν γεωργῶν μηδὲ ἐπὶ ἐγλογῆι γεωργεῖν. ἀνεπιστάθμους δ εἶναι καὶ τοὺς στρατευομένους Ἕλληνας καὶ τοὺς ἱερεῖς καὶ τοὺς γεωργοῦντας βασιλικὴν γῆν καὶ τοὺς …ς καὶ τοὺς ποκύφους καὶ τανυφάντας πάντας καὶ τοὺς ὑοφορβοὺς καὶ χηνοβοσκοὺς καὶ χαρτοποιοὺς καὶ ἐλαιουργοὺς καὶ κικιουργοὺς καὶ μελισσουργοὺς καὶ ζυτοποιοὺς τοὺς τελοῦντας τὰ καθήκοντα εἰς τὸ βασιλικὸν ἕκαστον αὐτῶν οἰκίας μιᾶς ἐν ᾗ αὐτὸς καταγίνεται, τῶν δʼ ἄλλων τῶν δοσίμων μὴ πλεῖον ἐπισταθμεύεσθαι τοῦ ἡμίσους. προστετάχασι δὲ μηδὲ τοὺς στρατηγοὺς καὶ τοὺς ἄλλους τοὺς πρὸς ταῖς πραγματείαις ἕλκειν τινὰς τῶν κατοικούντων ἐν τῆι χώρᾳ εἰς λειτουργίας ἰδίας μηδὲ κτήνη αὐτῶν ἀγγαρεύειν ἐπί τι τῶν ἰδίων μηδὲ ἐπιρίπτειν μόσχους μηδὲ ἱερεῖα τρέφειν μηδὲ χῆνας μηδὲ ὄρνιθας μηδὲ οἰνικὰ ἢ σιτικὰ γενήματα ἐπιρίπτειν τιμῆς μηδʼ εἰς ἀνανεώσεις μηδὲ συναναγκάζειν ἔργα δωρεὰν συντελεῖν παρευρέσει μηδεμιᾷ. ἀφιᾶσι δὲ καὶ τοὺς κατὰ τὴν χώραν φυλακίτας τῶν παραγραφομένων πρὸς τὰς βασιλικὰς ἐπισκοπείας καὶ πρὸς ἃ καταπρόεινται γενήματα καὶ τῶν παραδεδομένων αὐτοῖς πρὸς ὀφειλήματα καὶ πρὸς ἄλλας αἰτίας καὶ διαδεδρακότων ἕως τοῦ ν ἔτους. ἀπολῦσαι δὲ καὶ τοὺς μὴ παραδεδωκότας εἰς τὸ βασιλικὸν τιμῆς τὰ ἐκ τῆς κληρουχικῆς καὶ τῆς ἱερᾶς καὶ τῆς ἄλλης ἐλαικὰ φορτία ἕως τοῦ αὐτοῦ χρόνου, καὶ τοὺς μὴ παρεστακότας τὰ πορεῖα πρὸς τὴν σύνκλητον τῶν ἐξακολουθούντων. ὡσαύτως δὲ καὶ τοὺς μὴ παραγεωχότας ἐπὶ τὰ χώματα τὴν καλαμείαν καὶ τὰς κουφείας.