Ancient Greek
5.8.200 to 5.10.247
Documentary Papyri, P.Tebt. 1 5.8.200-5.10.247
Not analysed yet
ὁμοίως δὲ καὶ τοὺς βασιλικοὺς γεωργοὺς καὶ τοὺς …καὶ τοὺς τὴν ἐν ἀφέσει γῆν ἔχοντας καὶ μὴ καταπεφυτευκότας τὰς καθηκούσας …ἕως τοῦ να ἔτους τῶν ἐξακολουθούντων προστίμων, τὴν δὲ φυτείαν ποιεῖσθαι ἀπὸ τοῦ νβ ἔτους. καὶ τοὺς κεκοφότας τῶν ἰδίων ξύλα παρὰ τὰ ἐκκείμενα προστάγματα. προστετάχασι δὲ καὶ περὶ τῶν κρινομένων Αἰγυπτίων πρὸς Ἕλληνας καὶ περὶ τῶν Ἑλλήνων τῶν πρὸς τοὺς Αἰγυπτίους ἢ Αἰγυπτίων πρὸς Αἰγυπτίους καὶ Ἕλλήνων πρὸς Ἕλληνας γενῶν πάντων πλὴν τῶν γεωργούντων βασιλικὴν γῆν καὶ τῶν ὑποτελῶν καὶ τῶν ἄλλων τῶν ἐπιπεπλεγμένων ταῖς προσόδοις τοὺς μὲν καθʼ Ἑλληνικὰ σύμβολα συνηλλαχότας Ἕλλησιν Αἰγυπτίους ὑπέχειν καὶ λαμβάνειν τὸ δίκαιον ἐπὶ τῶν χρηματιστῶν. ὅσοι δὲ Ἕλληνες ὄντες συνγράφονται κατʼ αἰγύπτια συναλλάγματα ὑπέχειν τὸ δίκαιον ἐπὶ τῶν λαοκριτῶν κατὰ τοὺς τῆς χώρας νόμους. τὰς δὲ τῶν Αἰγυπτίων πρὸς τοὺς αὐτοὺς Αἰγυπτίους κρίσεις μὴ ἐπισπᾶσθαι τοὺς χρηματιστὰς ἀλλʼ ἐᾶν διεξάγεσθαι ἐπὶ τῶν λαοκριτῶν κατὰ τοὺς τῆς χώρας νόμους προστετάχασι δὲ καὶ τοὺς τῶν ξενικῶν πράκτορας μὴ παραλαμβάνειν τοὺς βασιλικοὺς γεωργοὺς μηδὲ τοὺς ὑποτελεῖς μηδὲ τοὺς ἄλλους τοὺς κωλυομένους διὰ τῶν προεκκειμένων προσταγμάτων εἰς προσβολὴν ἄγεσθαι παρευρέσει μηδεμιᾷ, τὰς δὲ πράξεις τῶν ἐν αὐτοῖς γίνεσθαι ἐκ τῶν ἄλλων ὑπαρχόντων τῶν μὴ ἀνειργομένων διὰ τοῦ προστάγματος τούτου. προστετάχασι δὲ καὶ τῶν βασιλικῶν γεωργῶν μὴ πωλεῖν ἕως οἰκίας μιᾶς ἐν ᾗ τὴν γεωργικὴν κατασκευὴν απεριδευσαι μηδὲ τὰ κτήνη μηδὲ τὰ ἄλλα τὰ πρὸς τὴν γεωργίαν σκεύη μήτε πρὸς βασιλικὸν μηδὲ πρὸς ιερευτικὸν μηδὲ πρὸς ἄλλο ὀφείλημα παρευρέσει μηδεμιᾷ, τὸν αὐτὸν δὲ τρόπον μηδὲ λινυφαντεῖα μηδὲ τῶν λινύφων καὶ βυσσουργῶν καὶ ἐριουφαντῶν μηδὲ τῶν ἄλλων τῶν παραπλησίων παρευρέσει μηδεμιᾷ μηδʼ ἄλλους κτᾶσθαι μηδὲ χρῆσθαι τοῖς τε λινυφαντικοῖς καὶ βυσσουργικοῖς ἐργαλείοις πλὴν αὐτῶν τῶν ὑποτελῶν καὶ τῶν βυσσουργῶν, τούτους δὲ χρῆσθαι ἐν αὐτοῖς τοῖς ἱεροῖς πρὸς τὴν συντέλειαν τῶν βασιλικῶν καὶ τὸν στολισμὸν τῶν ἄλλων θεῶν.