Ancient Greek
P.Tebt. 1 50
Documentary Papyri, P.Tebt. 1 50
Not analysed yet
Μεγχεῖ κωμογραμματεῖ Κερκεοσίρεως παρὰ Πασῖτος τοῦ Πετεσούχου βασιλικοῦ γεωργοῦ τῶν ἐκ τῆς αὐτῆς. ἔτι ἐκ τῶν ἔμπροσθεν χρόνων ἐθισμοῦ ὄντος ποτίζεσθαι τὴν ὑπάρχουσάν μοι περὶ τὴν αὐτὴν κώμην βασιλικὴν γῆν διὰ τοῦ διείργοντος διὰ τῆς ἐπικειμένης Λύκου τοῦ Ζωπυρίωνος καὶ ἑτέρων βασιλικῆς τε καὶ ἱερᾶς γῆς βασιλικοῦ ὑδραγωγοῦ, ἐν δὲ τῶι β ἔτει χωρισθέντος μου εἰς ἀλλοδημίαν περὶ ἀναγκαίων πραγμάτων τῶν Ἀσκληπιάδου τοῦ συγγενοῦς ὁ προγεγραμμένος Λύκος νομίσας καιρὸν εὐφυῆ ἔχειν ἐπιβαλὼν συνέχωσεν τὰ ἐν τῆι ἑαυτοῦ γῆι μέρη τοῦ σημαινομένου ὑδραγωγοῦ, ὥστʼ ἂν ἐκ τοῦ τοιούτου ἐκπεσόντα με τοῦ δέοντος καιροῦ τοῦ τῆς γῆς ποτισμοῦ βλάβος γενηθῆναι εἰς πυροῦ ἀρτάβας λ καὶ εἰς δαπάνην ἄλλων ἔργων τοῦ ποτισμοῦ χαλκοῦ ταλάντων γ· ὑπὲρ ὧν ὑπὸ τὸν καιρὸν παραλαβὼν σέ τε καὶ Ὧρον κωμάρχην καὶ τοὺς πρεσβυτέρους τῶν γεωργῶν ἐπέδειξα τά τε βλάβη καὶ τὸν ὑδραγωγὸν συνκεχωσμένον, ὑφʼ ὧν καὶ κριθῆναι τὸν προγεγραμμένον Λύκον ἐκσκάψαντα τὰ μέρη ποτίζειν με διʼ αὐτοῦ ἀκολούθως τοῖς ἐθισμοῖς καθότι δίκαιόν ἐστιν. τούτου δὲ μηδὲ μέχρι τοῦ νῦν ἐξεσκαφότος ἀλλὰ διαναβαλλομένου ὧν χάριν ἐκπίπτομεν ἀεὶ κατʼ ἔτος τοῦ δέοντος καιροῦ τοῦ ποτισμοῦ καὶ τοῦ εἰς φύλλον γίνεσθαί μοι τὸ προκείμενον βλάβος τοῦ τε πυροῦ καὶ χαλκοῦ ἃ συνάγεται ἀπὸ τοῦ β μέχρι τοῦ ϛ ἔτους πυροῦ ἀρτάβας ρν καὶ χαλκοῦ τάλαντα ιε. διʼ ἣν αἰτίαν ἐξησθενηκὼς ἐκ τοῦ μὴ κατὰ λόγον ἀπαντᾶν τὸν σπόρον ἐπιδίδωμί σοι ὅπως περὶ ἑκάστων ὑπογραφὴν ποιήσηι προσυποτάξας καὶ τοῦ ὑπομνήματος ἀντίγραφον οἷς καθήκει, ἵνα ὁ ἐγκαλούμενος Λύκος κατασταθεὶς ἐπαναγκασθῆι πρὸ πάντων μὲν ἐκσκάψαι τὸν ὑδραγωγὸν καθὼς προυπῆρξεν καὶ ἐκτεῖσαί μοι τὸ προκείμενον βλάβος τὰς ρν ἀρτάβας τοῦ πυροῦ καὶ τὰ ιε τάλαντα τοῦ χαλκοῦ ὅπως δύνωμαι ἀνεμπόδιστος ὢν τὰ ἐκφόρια τῆς γῆς ἐκπληροῦν καὶ μηθὲν τῶι βασιλεῖ διαπέσηι. εὐτύχει.