Ancient Greek
P.Tebt. 1 55
Documentary Papyri, P.Tebt. 1 55
Not analysed yet
Μουσαῖος Μεγχεῖ τῶι ἀδελφῶι χαίρειν καὶ ἐρρῶσθαι. ἐπεὶ διέγνωκα ἐξοδεύσειν εἰς Τεβτῦνιν τῆι η ἔκρινα γράψαι. κεκόμικε δέ μοι ὁ παρὰ σοῦ ἄμιος ἀρτάβην α. χαριεῖ οὖν ἐκπέμψας ἡμῖν φακοῦ ἀρτάβας β, τήλεως ἀρτάβας β, τὰ δὲ ἄλλα ἐπιμέλου σαυτοῦ ἵνʼ ὑγιαίνῃς. ἔρρωσο. Μεγχεῖ.