Ancient Greek
P.Tebt. 1 56
Documentary Papyri, P.Tebt. 1 56
Not analysed yet
Πετεσοῦχος Μαρρήους γεωργὸς τῶν ἐκ Κερκεσήφεως Μαρρῆτι Πετοσείριος τῶ… καὶ ἀδελφῷ χαίρειν. γίνωσκε δὲ περὶ τοῦ κατακεκλῦσθαι τὸ πεδίον ἡμῶν καὶ οὐκ ἔχομεν ἕως τῆς τροφῆς τῶν κτηνῶν ἡμῶν. καλῶς οὖν ποιήσῃς εὐχαριστῆσαι πρῶτον μὲν τοῖς θεοῖς δεύτερον δὲ σῶσαι ψυχὰς πολλὰς ζητήσας μοι περὶ τὴν κώμην σου εἰς τὴν τροφὴν ἡμῶν γῆς ἀρούρας πέντε ὡς ἕξομεν ἐξ αὐτῶν τὴν τροφὴν ἡμῶν. τοῦτο δὲ ποιήσας ἔσῃ μοι κεχαρισμένος εἰς τὸν ἅπαντα χρόνον. ἔρρωσο. …