Ancient Greek
P.Tebt. 1 57
Documentary Papyri, P.Tebt. 1 57
Not analysed yet
Πετενεφιῆς …χαίρειν καὶ ἐρρῶσθαι. τοὺς ἠνεχυρασμένους ὑπὸ σοῦ σαυρήτας ὡς δώσοντας ἕκαστον πυρῶν ἀρτάβας β μηδέποτε αὐτῶν τοῦτο πεπραχότων, καλῶς ποιήσεις ἀπολύων τά τε ἠνεχυρασμένα ἀποδιδοὺς ἵνα ἀνεμπόδιστοι ὑπάρχοντες δύνωνται τὰς τῶν ἱερῶν ζῴων σιταγωγίας ἐκπληρῶσαι. ἔρρωσο. ἔτους γ Ἐπεὶφ ιβ. …πμεγ…