Ancient Greek
61b.B.2.37 to 61b.B.3.73
Documentary Papyri, P.Tebt. 1 61b.B.2.37-61b.B.3.73
Not analysed yet
ἐπὶ δὲ τῆς πεπραγματευμένης πρὸς Παρθένιον σιτικῆς διαγραφῆς τοῦ δ… ἔτους τῶν γραμματέων σημηνάντων μετὰ τὸ περιγινόμενον παρεπεγράφη ὑπὸ τοῦ διοικητοῦ, αἰτεῖν ἤδη τὸν βασιλικὸν γραμματέα τὸ κατὰ κώμην καὶ τὸ κατʼ ἄνδρα τῶν μεμισθωμένων ταύτην καὶ ἐπὶ τίσι καὶ τίνες οἱ μισθώσαντες καὶ τὸν σπόρον παραθέτωσαν καὶ ἀνενεγκεῖν ἤδη ἵνα αὐτοὺς κρίνωμεν. τίθεμεν δὲ ἐνταῦθα χάριν τοῦ συνκριθῆναί τι· τῆς ἕως τοῦ λθ ἔτους μισθωθείσης ὑπὸ τῶν πρότερον ἐπιμελητῶν, σὺν τοῖς τῆς ἐν τῶι λδ ἔτει ὑπὸ Φανίου τοῦ γενομένου στρατηγοῦ καὶ ἐπὶ τῶν προσόδων …ηι…ρ…ου Σαραπίωνι Ἀπολλωνίου ἄρουραι κ, ὧν ἦν ἀνὰ δ 𐅵γ ιβ ϙθ 𐅷,ἀνθʼ ὧν ι καὶ τῶν προσηγμένων τῶι σπόρωι ἐν τῶι με ἔτει μδ 𐅵γ, γίνονται εδ 𐅵γ, διάφορον μδ 𐅵γ· σπόρος πυρῶι διὰ τῶν κατὰ μέρος γεωργῶν ἐκ διαιρέσεως. καὶ τῆς ἐν τῶι κθ ἔτει ὑπὸ Ἀπολλωνίου τοῦ ἐπιμελητεύσαντος· Ἑρμογένει Ἑρμογένους κε ἀρτάβαι λζ 𐅵ἐπὶ μὲν ἔτει ι ἀνὰ 𐅵ιβ 𐅵εἰς δὲ τὸν λοιπὸν χρόνον ἀνὰ α κε καὶ τῶν προσηγμένων ἐν τῶι μζ ἔτει ϛ δ, γίνονται λα δ, διάφορον ϛ δ· χορτονομῶν διὰ τῶν κατὰ μέρος γεωργῶν. τῆς ὑπὸ Πτολεμαίου τοῦ ἐπιμελητεύσαντος ἐν τῶι λα ἔτει· Νεκτενίβει Ποκρούριος καὶ Παπνεβτύνει Πάσιτος καὶ Ἑρμαχόρωι Ψενφθᾶτος καὶ Πετεσούχωι θεαγοῖς Θοήριος ἐπʼ ἔτη ι ἀνὰ α εἰς δὲ τὸν λοιπὸν χρόνον τῶν ἐπιγεγραμμένων ἀρουρῶν κ, ὧν ἦν ϙδ ϛ, ἀνθʼ ὧν σὺν τοῖς μετὰ ταῦτα προσγεγενημένοις ἀρτάβαι νϛ καὶ τῶν προσαγομένων ἐν τῶι μζ ἔτει τῶι σπόρωι ιθ 𐅵,γίνονται οε ιβ, διάφορον ιθ ιβ, ὧν πυρῶι ιζ ιβ, χαλκοῦ β· σπόρος πυρῶι διὰ τῶν κατὰ μέρος γεωργῶν ἐκ διαιρέσεως. γίνονται ο ϛ. καὶ τῆς ἐν τῶι κθ ἔτει ἐπὶ τοῦ ἀδελφοῦ ὑπὸ Χαιρήμονος τοῦ ἐπιμελητεύσαντος· Πετειμούθει Πνεφερῶτος ἀπὸ ἁλμυρίδος τῆς ἐν τῶι κη ἔτει ἄρουραι β, ὧν ἦν ἀνὰ δ 𐅵γ ιβ ἀρτάβαι θ 𐅵γ.