Ancient Greek
61b.B.3.74 to 61b.B.4.108
Documentary Papyri, P.Tebt. 1 61b.B.3.74-61b.B.4.108
Not analysed yet
καὶ τῆς ἐν τῶι Φιλίνου ἐφοδικῶι κλήρωι ἀνειλημμένωι εἰς τὸ βασιλικὸν ἐν τῶι αὐτῶι ἔτει ἄρουραι ιγ 𐅵ἀνὰ δ 𐅵γ ιβ ξδ γ ιβ· γίνονται ιε 𐅵ἀρτάβαι οδ δ, ἀνθʼ ὧν α ιε, διάφορον νθ δ· χορτονομῶν διὰ τῶν κατὰ μέρος γεωργῶν. καὶ τῆς ἐν τῶι κ ἔτει Δωρίωνι τριακονταρούρωι καὶ Πύρρῳ Πτολεμαίου Μακεδόνι τῶν στρατευομένων ἐν τοῖς συγγενέσι τῶν κατοίκων ἱππέων, ὃν ἔγραψεν μετειληφέναι Ἁρσόιν Μάρωνος, ἀπὸ ἀρούρων τι ιηε …ἀνὰ δ 𐅵γ η μη ϡκ 𐅵γ, ἀνθʼ ὧν ξθ ἀνὰ δ 𐅵γ ιβ τλη 𐅵γ ιβ, ἄλλων ϙ ἀνὰ δ τξ, κϛ ἀνὰ β 𐅵ξε, γίνονται ἀρτάβαι ψξγ 𐅵γ ιβ· διάφορον εἰς πυρῶν ρνϛ 𐅵γ ιβ, ὧν πυρῶν οα γ ιβ, κριθῆς αἳ πυρῶι ξδ, ὀλύρας αἳ πυροῦ ια 𐅵,χαλκοῦ ι· διὰ τῶν κατὰ μέρος γεωργῶν. γίνονται τῆς μεμισθωμένης εἰς πυρῶν σπϛ γ, ὧν πυρῶι σ 𐅵γ, κριθῆς αἳ πυρῶι ξδ, ὀλύρας αἳ πυροῦ ια 𐅵,χαλκοῦ ι. καὶ τῆς ἄνευ συναλλάξεως τῆς ἐν τῶι κθ ἔτει προσαγγελείσης ἐν Ἀλεξανδρείαι εὑρῆσθαι ἐξ ἐπισκέψεως ἀπὸ ἐμβρόχου τῆς ἐν τῶι λβ ἔτει, ἄρουραι μ ἀνὰ δ 𐅵γ ιβ ρϙϛ 𐅷,ἀνθʼ ὧν σὺν τοῖς προσγεγενημένοις ἀνὰ β 𐅵ἀρτάβαι ρ· διάφορον ϙϛ 𐅷,ὧν πυρῶι οε γ, κριθῆς αἳ πυρῶι ιβ, ὀλύρας αἳ πυρῶι η, χαλκοῦ α γ· σπόρος πυρῶι καὶ φακῶι. καὶ τῆς ἀνενεχθείσης μετὰ τὸν ἐκ τῆς πόλεως ἀνάπλουν εὑρῆσθαι ἐξ ἐπισκέψεως, ἧς τὰ ἐκφόρια προσαχθῆναι ὁμοίως ἐκ τῆς ἀξίας, ἄρουραι πα, ὧν ἦν ἀνὰ δ 𐅵γ η μη ἀρτάβαι υβ γ ιβ, ἀνθʼ ὧν ἐκ τῆς ἀξίας ἀνὰ α πα, διάφορον τκα γ ιβ, ὧν πυρῶι σνγ 𐅵ιγ ιβ, κριθῆς αἳ πυροῦ ξ, ὀλύρας αἳ πυροῦ ε, χαλκοῦ β 𐅵· χορτονομῶν διὰ τῶν κατὰ μέρος γεωργῶν. καὶ τῆς ἐν τῶι κε ἔτει κατειργασμένης ὑπὸ τῶν κατὰ μέρος γεωργῶν ἀπὸ τοῦ ἐκτὸς μισθώσεως ὑπολόγου ἄρουραι ξθ 𐅵δ, ὧν ἦν ἀνὰ δ 𐅵γ η μη ἀρτάβαι τμγ ϛ, ἀνθʼ ὧν σὺν τοῖς μετὰ ταῦτα προσγεγενημένοις ἀρτάβαι σκε, διάφορον ριη 𐅷· διὰ τῶν κατὰ μέρος. γίνονται τῆς ἄνευ συναλλάξεως εἰς πυρῶν φλϛ 𐅵δ, ὧν πυρῷ υμζ 𐅵γ ιβ, κριθῆς αἳ πυρῶι οβ, ὀλύρας αἳ πυρῷ ιγ, χαλκοῦ γ 𐅵γ· σὺν δὲ τῆι μεμισθωμένηι εἰς πυρῶν πβγ ιβ,