Ancient Greek
72.D.16.321 to 72.D.19.382
Documentary Papyri, P.Tebt. 1 72.D.16.321-72.D.19.382
Not analysed yet
θησαυροφυλακικὸν κριθῆς κδ αἳ πυροῦ ιδ γ ιβ, κράστεως Θηβαίων …,τριχοίνικον ἰλιακῶν ἀρουρῶν ιαμγ 𐅵δ πε 𐅵γ. δανείων· ἀναφέρονται κεχρηματίσθαι δι… τοῦ σιτολογοῦντος …φ… ἐτ τοῖς γεωργοῖς ἐφʼ ὧι ἐκ νέων ἀποκαταστήσονται ἅμα τοῖς ἐκφορίοις πυροῦ ρκ φακοῦ ρ. καὶ τῶν ἐν τῶι μζ ἔτει ἀπὸ υν ἐν ἔτεσι β νη δ, με ἔτει ἐν ἔτεσι γ λγ 𐅷,γίνονται ϙα 𐅵γ ιβ. σπέρμα τῆς καταμεμετρημένης τοῖς διὰ Ὥρου καὶ Πεσούριος μαχίμοις ἃς ἐν Μαρρεῖ τοπογραμματεῖ διὰ τὸ μὴ ἀποδεδωκέναι τὸ κατʼ ἄνδρα πυροῦ …ιϛ. πλήρης μετρεῖ ἔτους γ Παῦνι ια ἕως κ ιϛ. τῶν ἀνενηνεγμένων ἐν ἐπιστάσει καὶ ἐν ἀπολογισμῶι ὧν ἀνταναίρεσις γέγονεν ἀπὸ τῶν προκειμένων κεφαλαίων, ἄρουραι σξα ιϛ ἀρτάβαι Αωλβ 𐅵ιβ. ἔστιν τὸ κατʼ εἶδος· τῶν ἐν τῶι μη ἔτει ἀπὸ τῶν ἕως τοῦ μζ ἔτους κειμένων ἐν συνκρίσει, ἐπιγενήματος τοῦ προσαχθέντος ἐν τῶι λ ἔτει τῆι γεωργουμένηι διὰ Προκλείους τῶν ἱππαρχῶν χάριν τοῦ μεταμισθοῦσθαι ἑτέροις γεωργοῖς πλείω τῶν προυποκειμένων ἐκφορίων ἧς καὶ …ἐκφόρια σὺν σπέρματι ἀπομετρη …ι εἰς τὸ βασιλικόν, ἐν δὲ τῶι λα ἔτει τη…ς ἐκπιπτούσης τοῦ δέοντος καιροῦ …ρ…τ… διὰ τὸ τοὺς γεωργήσαντας ἐν τῶι αὐτῶι ἔτει ἐνκαταλείποντας ἀνακεχωρηκέναι εἰς ἑτέρους τόπους διὰ τὴν προυποκειμένην αἰτίαν ἐπισταθῆναι ὑπὸ Πτολεμαίου τοῦ γενομένου ἐπιμελητοῦ ἑτέρους ἐφʼ ὧι οὐκ ἀπαιτηθήσονται τὸ δηλούμενον ἐπιγένημα καὶ προσχορηγηθήσεται αὐτοῖς τὰ καθήκοντα σπέρματα, καὶ γενέσθαι. μετὰ δὲ ταῦτα ἐντυχόντων Φανίαι τῶι γενομένωι στρατηγῶι καὶ ἐπὶ τῶν προσόδων προφερομένων μὴ κατὰ λόγον ἀπηντηκέναι διὰ τὸ ὀψίμως σπαρῆναι, βουλομένων ποτίσαι εἰς φύλλον διακωλυθῆναι ὑπὸ τῶν ἐκ Βερενικίδος Θεσμοφόρου γεωργῶν καὶ ἑτοίμως ἐχόντων …ησαι τὴν γῆν τοῖς αἱρουμένοις παρεπιγεγράφθαι …ὡς οὐθὲν τοῦ καλῶς ἔχοντος παραλειφθήσεται. καὶ παραγενομένου αὐτοῦ εἰς τὴν κώμην καὶ ἐπελθόντος ἐπὶ τά γεώργια εὑρεθῆναι τὸν σπόρον κακοφυῆ ὄντα καὶ τὰ γενήματα ἀθέριστα, πρὸς δὲ τὸ μὴ τῶν δυναμένων περιγενέσθαι ἐκπεσεῖν παρακαλέσαντος τοὺς γεωργοὺς προτρέψαντος θερίσαι καὶ μετενέγκαι ἐπὶ τὰς ἅλως τεθεωρῆσθαι ἐκ τῆς γεγενημένης εἰκασίας μετὰ ταῦτα τὰ ἐπιγεγραμμένα τῆι γῆι μὴ δύνασθαι συνπληρωθῆναι προσεδρεῦσαι καὶ τὴν κ… ἀπομετρηθῆναι εἰς τὸ βασιλικὸν καὶ τὰ ἀπολείποντα ἀπὸ ἐνεχυρασιῶν πράξαντα μόλις συνπληρωθῆναι. ἄρουραι σνα ἀντὶ τῶν ἕως τοῦ κθ ἔτους κ ἀνὰ ε δ η μη ρξ 𐅵γ ιβ, ἄλλων σζ 𐅵ἀνὰ δ 𐅵γ ιβ Αλγ,