Ancient Greek
72.D.19.383 to 72.D.21.429
Documentary Papyri, P.Tebt. 1 72.D.19.383-72.D.21.429
Not analysed yet
ιδ 𐅵ἀνὰ β 𐅵λϛ δ, γίνονται Ασλ γ ιβ. καὶ ἐπιτάσεως τῆς προσαχθείσης ἐν τῶι λ ἔτει ἄρουραι ρβ εἰς συμπλήρωσιν ε δ μη 𐅵δ η μη πθ 𐅵δ, ἄλλων ιδ εἰς συμπλήρωσιν δ 𐅵γ ιβ β γ ιβ λδ 𐅵γ, γίνονται ρκδ 𐅵ιβ. γίνονται Ατνε. γράφουσι οἱ πρὸ ἡμῶν δίδοσθαι ἐκ τοῦ ἐπιτρίτου μέρους ἐκ μὲν τῆς ἐν ἀναπαύματι πγ μέτρωι τῶι πρὸς τὸ ἐπὶ τοῦ δρόμου τοῦ Σούχου σὺν σπέρματι τῆς ἀρούρας ἀνὰ ι ωλ, ἐκ δὲ τῆς ἐπὶ καλάμου πγ τῶι αὐτῶι μέτρωι ἀνὰ ζ φπα, γίνονται ἐξ ἀρουρῶν ρξϛ ρμαα, αἳ εἰσὶν τῶι πρὸς τὸ δοχικὸν αχμϛ ϛ, ἀφʼ ὧν ὑπολογεῖται εἰς τὰ σπέρματα τῶν πασῶν ἀρουρῶν κεα καὶ εἰς τὰς καθάρσεις καὶ τὸ κοσκινευτικὸν τῶν λοιπῶν ἀρταβῶν Ατϙε ϛ τῶν ρ ἀρταβῶν ε ξθ 𐅵δ, γίνονται τκ 𐅵δ, καταλείπονται Ατκε γ ιβ· ἄρουραι πε καὶ σπειρομένων χλωροῖς ἐκ τοῦ ἐπιβάλλοντος ἀνὰ δ 𐅵γ η μη ἀρτάβαι υιζ. γίνονται Αψμβ γ ιβ, τὰς πλείω τπζ γ ιβ. καὶ ἐπιτάσεως τῆς προσαχθείσης ἐν τῶι λα ἔτει ὑπὸ Πετῶτος τοῦ γενομένου τοπογραμματέως τῆι διὰ Μαρρείους ἰβιοβοσκοῦ καὶ κριοτάφου γράφοντος δύνασθαι ἐπιδέξασθαι πλείω τῶν ἕως τοῦ λθ ἔτους τετελεσμένων ἐκφορίων ἐπʼ ἔτη ι ἀνὰ α εἰς δὲ λοιπὸν χρόνον ἀνὰ β 𐅵,ἄρουραι θ 𐅵,ὧν ἦν ἀνὰ β 𐅵κβ 𐅵,ἀνθʼ ὧν ἀνὰ δ 𐅵δ ἀρτάβαι μδ δ, τὸ πλεῖον πυροῦ κα 𐅵δ. καὶ ὑπερβολίων ὧν σημαίνεται γεγονέναι ἐν τῶι κβ ἔτει ὑπὸ Ἀπολλωνίου τινὸς τῆς γεωργουμένης διὰ Πενεμᾶτος διὰ τό γράφειν τοὺς πρὸ ἡμῶν μὴ ἀπηντηκέναι ἐπὶ τὴν γεωργίαν, ἄρουραι η, ὧν ἦν ἀνὰ 𐅵γ ιβ, …ἀνθ ὧν ὑποστήσασθαι ἀνὰ ε 𐅵γ ιβ, τὸ παρὰ τοῦτο …η… γίνονται κθ 𐅵δ. γίνονται τούτων …υιζ ϛ. καὶ ὑπολόγου τοῦ ἕως τοῦ ιβ ἔτους κειμένου ἐν ταύτηι τῆι τάξει·