Ancient Greek
P.Tebt. 2 280
Documentary Papyri, P.Tebt. 2 280
Not analysed yet
ἔτους μδ Μεσορὴ κθ. πέπτωκεν ἐπὶ τὴν ἐν Κροκοδείλων πόλει τράπεζαν Ἡρακλείδει τραπεζίτῃ ὥστε βασιλεῖ παρὰ Σοκονώπιος τοῦ Ἀχοείους ἱερέως Σοκνεβτύνιος τέλος τόπου ψιλοῦ τοῦ ὄντος ἐν Τεβτύνει τῆς Πολέμωνος μερίδος, μέτρα νότου ἐπὶ βορρᾶν πήχεις ιγ 𐅵λιβὸς ἐπʼ ἀπηλιώτην πήχεις δ, γείτονες νότου Σιγήριος αὐλὴ ἀνὰ μέσον οὔσης εἰσόδου Βορρᾶ ῥύμη βασιλικὴ λιβὸς Φανήσιος οἰκία ἀπηλιώτου Σιγήριος οἰκία ἀνὰ μέσον οὔσης εἰσόδου, ὧν ἔφη ἠγορακέναι κατὰ συγγραφὴν παρὰ Φανήσιος τοῦ Πετεαρψενήσιος ἱερέως Σοκνεβτύνιος θεοῦ μεγάλου ταλάντων β χαλκοῦ, χαλκοῦ πρὸς ἀργύριον χίλιαι διακόσιαι, γίνονται Ασ ἔτους μδ Μεσορὴ κθ. …α ἀντὶ τοῦ παρ… γίνονται Ασ, γίνονται Ασ. ἔτους μδ Μεσορὴ κθ. …α ἀντὶ τοῦ βασιλικοῦ γραμματέως Ασ.