Ancient Greek
P.Tebt. 2 281
Documentary Papyri, P.Tebt. 2 281
Not analysed yet
ἔτους με Μεχεὶρ κζ. πέπτωκεν Μαρρεῖ Σοχώτου ἱερεῖ Σούχου θεοῦ μεγάλου μεγάλου καὶ τῶν συννάων θεῶν τῷ ἐξειληφότι ἀπὸ τῶν ἱερῶν προσόδων τοῦ Σούχου τὴν εἰς τὸ ἱερὸν καθήκουσαν δίδοσθαι διδραχμίαν τῶν κ δραχμῶν ἥ ἐστιν δεκάτη παρὰ τῶν κτωμένων οἰκίας ἢ τόπους, παρὰ Σοκονώπιος τοῦ Ἀχοείους ἱερέως Σοκνεβτύνιος θεοῦ μεγάλου μεγάλου τέλος δίδραχμον τόπου ψιλοῦ τοῦ ὄντος ἐν κώμηι Σούχου Τεβτύνει τῆς Πολέμωνος μερίδος οὗ ἐπρίατο παρὰ Φανήσιος τοῦ Πετεαρψενήσιος, καὶ δέδεγμαι παρὰ σοῦ ἐκ πλήρους ἄνευ παντὸς λοιπήματος.