Ancient Greek
P.Tebt. 2 294
Documentary Papyri, P.Tebt. 2 294
Not analysed yet
ἀντίγραφον. Τιβερίωι Κλαυδίωι Ἰούστωι τῷ πρὸς τῶι ἰδίωι λόγῳ παρὰ Πακήβκιος Μαρσισούχου ἱερέως ἀπολυσίμου Σοκνεπτύνεως τοῦ καὶ Κρόνου καὶ τῶν συννάων θεῶν μεγίστων ἱεροῦ λογίμου τοῦ ὄντος ἐν κώμῃ Τεπτύνει τῆς Πολέμωνος μερίδος τοῦ Ἀρσινοείτου νομοῦ. βούλομαι ὠνήσασθαι τὴν τοῦ προκιμένου ἱεροῦ προφητείαν εἰς πρᾶσιν προκιμένην ἔτι πάλαι ἐπὶ τῶι καταχ…ν καὶ βαιοφορεῖν με καὶ τὰ ἄλλα τὰ τῇ προφητείᾳ προσήκοντα ἐπιτελεῖν καὶ λαμβάνειν πάσης ὑποπιπτούσης τῶι ἱερῶι προσόδου τὸ πέμπτον κατὰ τὰ κελευσθέντα τιμῆς ἀντὶ ὧν ὑπέσχετο ἔτι πάλαι Μαρσισοῦχος Πακήβκιος δραχμῶν ἑξακοσίων τεσσαράκοντα ἐπὶ τὸ αὐτὸ δραχμῶν δισχιλίων διακοσίων, ἃς καὶ διαγράψω κυρωθεὶς ἐπὶ τὴν ἐπὶ τόπων δημοσίαν τράπεζαν ταῖς συνήθεσι προθεσμίαις, μενεῖ δέ μοι καὶ ἐγγόνοις καὶ τοῖς παρʼ ἐμοῦ μεταλημψομένοις ἡ τούτων κυρία καὶ κράτησις ἐπὶ τὸν ἀεὶ χρόνον ἐπὶ τοῖς αὐτοῖς τιμίοις καὶ δικαίοις πᾶσι, διαγράφουσι ὑπὲρ εἰσκριτικοῦ δραχμὰς διακοσίας. ἐὰν οὖν σοι δόξῃ, κύριε, κυρώσεις μοι ἐνθάδε ἐπὶ τῆς πόλεως ἐπὶ τούτοις μου τοῖς δικαίοις καὶ γράψεις τῷ τοῦ νομοῦ στρατηγῶι περὶ τούτου ἵνα καὶ αἱ ὀφείλουσαι ἱερουργίαι τῶν σε φιλούντων θεῶν ἐπιτελῶνται. ἔστι δὲ τὸ ἐπιβάλλον μοι πέμπτον μέρος τῶν ἐκ τῶν προσπιπτόντων ὡς πρόκειται μετὰ τὰς γινομένας δαπάνας πυροῦ ἀρτάβαι ν φακοῦ ἀρτάβαι θ 𐅵γ ἀργυρίου δραχμαὶ ξ. διευτύχει. ἔτους ι Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς Τῦβι ι.