Ancient Greek
P.Tebt. 2 295
Documentary Papyri, P.Tebt. 2 295
Not analysed yet
Κρονίωνος Ψοίφιος Ἱερευτικῶν τάξεων· ὁμολογία ιγ ἔτους βασιλικ α τόμος. τῶν μὲν δηλωθεισῶν ὑπὸ Κλαυδίου Διονυσίου τοῦ προστρατηγήσαντος μεταδεδόσθαι αὐτῶι ὑπὸ Χαρισίου τοῦ πρὸ αὐτοῦ ὡς καὶ αὐτῷ Χαρισίῳ μεταδοθεισῶν ὑπὸ Ἀπολλωνίδου τοῦ πρὸ αὐτοῦ ὡς ὀφειλουσῶν πραθῆναι προφητεία ἱεροῦ Σοκνεβτύνεως τοῦ καὶ Κρόνου κώμης Τεπτύνεως ἧς ἐδηλώθη πρώτως ὑπεσχῆσθαι Ἁρποχρατίωνα Μαρεψήμεως ἱερέα καὶ στολιστὴν τοῦ αὐτοῦ ἱεροῦ δραχμὰς ρ ἃς καὶ διαγεγραφέναι τῷ …ἔτει Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου, καὶ τῷ η ἔτει Φαμενὼθ κ Μαρσισοῦχον Πακήβκεως δραχμὰς σ καὶ τὰ προσδιαγραφόμενα, καὶ τῷ ι ἔτει Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου Τῦβι ιβ ἐξ ἀναβιβασμοῦ τὸν αὐτὸν Μαρσισοῦχον ὑπεσχῆσθαι τῆς τε προφητείας καὶ λεσωνίας τῆς καὶ βαιοφορίας δραχμὰς φκ καὶ τὰ προσδιαγραφόμενα, ἐξ ὧν διαγεγραφέναι εἰς ἀρίθμησιν Τῦβι ι ἔτους δραχμὰς υ, χρηματισμοῦ δραχμὰς θ, προσδιαγραφόμενα δραχμὰς κε τριώβολον, ὁμοίως συνβολικὰ δραχμὰς ιγ, γίνονται δραχμαὶ υμζ τριώβολον, ὁμοίως …τοῦ βασιλικοῦ γραμματέως ἐξ εἰσπράξεως ἐν Μεσορὴ ι ἔτους α…ρ…ας ε… …βασιλικοῦ γραμματέως περὶ τ…ω…επ…ων π…σιν… …ν…μ…δ… τῆς λεσωνίας ……αρ…α πράξεως πα…δε…ρη… …ἐξετάσεως γενομένης …ς… …νις τ…π… …δεμ… …εισπρ… …αδιεξ… …πιπτ… …ἀναβιβασμ… …δραχμ χμ… ενβας τάλαντον α σιμ ἐκ β πρὸ ἡμερῶν γ ἀναβολ.