Ancient Greek
298.A.r.1.1 to 298.D.r.1.46
Documentary Papyri, P.Tebt. 2 298.A.r.1.1-298.D.r.1.46
Not analysed yet
Ἀπολλωνίῳ στρατηγῷ Ἀρσινοείτου Πολέμωνος μερίδος παρὰ Πακήβκιος τοῦ Φανήσιος καὶ Μαρεψήμιος τοῦ Μαρεπκαίμιος καὶ Πακήβκιος τοῦ Ὀννώφρεως τῶν τριῶν στολιστῶν καὶ Ἁρποκρατίωνος τοῦ Μαρεψήμιος καὶ Μαρσισούχου τοῦ Ὀννώφρεως καὶ Μαρεψήμιος τοῦ Μαρεψήμιος καὶ Μαρσισούχου τοῦ Πακήβκιος καὶ Ψενκήβκιος τοῦ Πακήβκιος τῶν πέντε πρεσβυτέρων ἱερέων ἱεροῦ λογίμου Σοκνεβτύνεως τοῦ καὶ Κρόνου καὶ Ἴσιδος καὶ Σαράπιδος καὶ Ἁρποχράτου καὶ τῶν συννάων θεῶν ὄντος ἐν κώμηι Τεβτύνι τῆς Πολέμωνος μερίδος. γραφὴ ἱερέων τοῦ ἑνδεκάτου ἔτους Αὐτοκράτορος Καίσαρος Νερούα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ Δακικοῦ τῶν μὲν παραδοχίμων καὶ ἐπικεκριμένων ἀπολυσίμων ἀνδρῶν πεντήκοντα, ὧν τὸ κατʼ ἄνδρα· στολιστῶν Κρόνου ἐπικεκριμένων καὶ τελεσάντων ὑπὲρ τῆς στολιστείας δραχμὰς ρ ὑπὲρ δὲ τῆς ἱερατείας δραχμὰς νβ· Πακῆβκις Φανήσιος τοῦ Πακήβκιος μητρὸς Θαυβάστιος τῆς Μαρεψήμιος διαγεγραφηκὼς τῷ γ ἔτει Δομιτιανοῦ ἐπὶ δραχμαῖς ρ. Μαρεψῆμις Μαρεπκαίμιος τοῦ Ψοίφεως μητρὸς Θαυβάστιος τῆς Μαρσισούχου διαγεγραφηκὼς τῷ γ ἔτει Δομιτιανοῦ ἐπὶ δραχμαῖς ρ. Πακῆβκις Ὀννώφρεως τοῦ Μαρσισούχου μητρὸς Ταμαρρείους τῆς Σιγήριος ἐπικεκριμένος τῶι ια ἔτει Νέρωνος ὑπὸ Παπίσκου στρατηγοῦ καὶ Διδύμου βασιλικοῦ γραμματέως ἐπὶ δραχμαῖς ρ. πτεραφόρος τελέσας ὑπὲρ μὲν τῆς πτεραφορίας δραχμὰς ν ὑπὲρ δὲ ἱερατείας δραχμὰς νβ· Πακῆβκις Ὀννώφρεως τοῦ Πακήβκιος μητρὸς Ταμαρρείους τῆς Μαρσισούχου διαγεγραφηκὼς τῷ β ἔτει θεοῦ Τίτου ἐπὶ δραχμαῖς ν. α φυλῆς Πακῆβκις Φανήσιος τοῦ Πακήβκιος μητρὸς Θαυβάστιος τῆς Μαρεψήμιος ἐτῶν οε ἐπικεκριμένος τῶι ε ἔτει ἐπὶ Σερουιανοῦ Σεουήρου ἐπὶ δραχμαῖς νβ, καὶ ἔστιν στολιστὴς ὁμοίως καθὼς πρόκιται. τῶν τῶι ε ἔτει ἐπικεκριμένων ἐπὶ Λουκίου Τυλλίου Κ…β…ου ἐπὶ δραχμαῖς νβ· Πακῆβκις Ὀννώφρεως τοῦ Πακήβκιος μητρὸς Ταμαρρείους τῆς Μαρσισούχου ἐτῶν οδ, καὶ ἔστιν πτεραφόρος ὁμοίως καθὼς πρόκιται. …β φυλῆς ……δραχμαὶ ρ, …Μούχεως δραχμαὶ ξ, …τ Κερκεσούχων Ὄρους δραχμαὶ ξ, …παρὰ ἁλιέων Μούχεως …ἀπὸ σιτικῆς λογείας τῶν …παστοφόρων παρὰ δὲ κατοίκων …καὶ ἀπὸ λογείας τῶν …ν πυροῦ ριγ ὧν τὸ κατὰ κώμην …Κερκεοσίρεως πυροῦ γ, παρὰ …μογ Ἄρεως κώμης κριθῆς ἀρτάβαι κε, …πυροῦ δ, Βερενικίδος Θεσμοφόρου πυροῦ ϛ, Βουκολίου τοῦ καὶ Τριστόμου …κων πυροῦ …καὶ …υν…ου…ς Πτεραφόρου πυροῦ …,…φ… καὶ Ελικου… πυροῦ γ, Σούρεως πυροῦ β, …εου πυροῦ …,Ἐλευσῖνος πυροῦ β, Τεβετνοὶ πυροῦ β, Θεογονίδος πυροῦ η, Ὀξυρύγχων πυροῦ ϛ, Κερκεσούχων Ὄρους πυροῦ γ, παρὰ Κερκεσήφεως ἀπὸ τῶν ἐξ εὐσεβείας διδομένων ἡμῖν …διδομένων ἡμῖν ὑπὸ …ς τῆς …ομιέως