Ancient Greek
P.Tebt. 2 297 Ro
Documentary Papyri, P.Tebt. 2 297
Not analysed yet
ἑκατοσταὶ αιπ…ο… ὁ Μαρσισοῦχος ὃ ἐπράχθη …ταύτης τῆς προφητείας …ελησε…ρ… καὶ ἅπαντα παράνομος φανεῖσα α… …τάξιν ὁ Μαρσισοῦχος παρακληθεὶς …αδ… τ…μα κατέστησεν τὸν Ἁρθώτην ὃν ελε…τ… …τ… ὁ τῆς κώμης κωμογραμματεύς, ὃς ἀπήνγειλεν τὴν τάξιν ὡς ὀφείλουσαν πραθῆναι. τοῦτο ἐπιγνοὺς ὁ συνηγορούμενος ἐνέτυχε Τιμοκράτει καὶ ἐγράφη Ἀγαθῷ Δαίμονι στρατηγῷ ἵνʼ ἐὰν ὁ κωμογραμματεὺς μὴ δεόντως τὴν τάξιν ᾖ μεμηνυκὼς πραχθῇ τὰ …ισεν… καὶ ἀντέγραψεν ὁ στρατηγὸς τὸν κωμογραμματέα ἐπὶ τῆς ἐξετάσεως προενηνοχέναι τὴν ἐπενεχθεῖσαν ὑπὸ τοῦ Μαρσισούχου κύρωσιν ἐπὶ τῶν τόπων μὴ εἶναι, ἐνέτυχε δὲ καὶ σοί, καὶ ἔγραψας τῷ στρατηγῷ ἐλέγξαντα δηλῶσαί σοι, ὃς ἔγραψεν, ἃ καταλαβὼν ἀντέγραψας αὐτῶι ἐκ δευτέρου ὥστε ἀκόλουθα ποιῆσαι. ἐπεὶ μὴ προσέκειτο τῇ ἐπιστολῇ ὥστε καταστῆσαι αὐτὸν τὴν τάξιν, ἀξιῶ σε γράψαι τῶι στρατηγῶι ἵνʼ εἴ τις παραγραφὴ …ἐκ τῶν Ὀρσενούφις δέσμη α ἐκ δεσμῶν ι.