Ancient Greek
P.Tebt. 2 303
Documentary Papyri, P.Tebt. 2 303
Not analysed yet
Θέωνι τῷ καὶ Σκυ… στρατηγῷ Ἀρσινοίτου Θεμίστου καὶ Πολέμωνος μερίδων παρὰ Κρονίωνος Πακήβκεως καὶ Μάρωνος Κρονίωνος καὶ Μάρωνος Μάρωνος καὶ Πανήσεως Μαρσισούχου καὶ Πανήσεως Ὀννώφρεως καὶ Πανήσεως …τῶν ϛ διʼ αὑτῶν ἱερέων ἀπολυσίμων ἱεροῦ λογίμου τοῦ ὄντος ἐν κώμῃ Τεπτύνει τῆς Πολέμωνος μερίδος. ἔχοντες πρὸς Κρονίωνα Σαβείνου περὶ ὧν εἰς ἡμᾶς διεπράξατο ἀτοπημάτων ἃ καὶ ἐπὶ τοῦ ῥητοῦ δηλώσομεν ἀξιοῦμεν διʼ ἑνὸς τῶν περὶ σὲ ὑπηρετῶν παραγγεῖλαι αὐτῷ ὅπως παρατύχῃ εἱς τὸν ἐπʼ ἀγαθῶι γινόμενον διαλογισμὸν ὑπὸ τοῦ λαμπροτάτου ἡγεμόνος Πακτουμηίου Μάγνου. Κρονίων Πακήβκεως ἐπιδέδωκα. Μάρων Κρονίωνος συνεπιδέδωκα. Μάρων Μάρωνος συνεπιδέδωκα. Πανῆσις Μαρσισούχου συνεπιδέδωκα. Πανῆσις Ὀννώφρεως συνεπιδέδωκα. …