Ancient Greek
P.Tebt. 2 304
Documentary Papyri, P.Tebt. 2 304
Not analysed yet
Λογγίνῳ δεκαδάρχῃ Ἀρσινοίτου παρὰ Πακήβκις Ὀννώφρεως ἀπὸ κώμης Τεπτύνεως ἱερέως ἀπολυσίμου τοῦ ἐν τῇ κώμῃ λογίμου ἱεροῦ. τῇ λ τοῦ Ἐπὶφ μηνὸς ὀψίας τῆς ὥρας γενομένης ἐπῆλθέ τις Σατορνῖλος σὺν ἑτέροις πλείστοις οὐκ οἶδα ὅπως μοὶ δὲ ἄλογον ἀηδίαν συνῆψαν ἐπὶ τοσοῦτον ὥστε μετὰ ξύλων εἰσπηδῆσαι καὶ τὸν ἀδελφόν μου Ὀννῶφριν συλλαβόντες τραυματιαῖον ἐποίησαν ὡς ἐκ τούτου τῷ ζῆν κινδυνεύειν. ὅθεν, κύριε, εὐλαβῶς ἔχων τὸν περὶ τοῦ θανάτου αὐτοῦ κινδυνον ἐπιδίδωμικαὶ ἀξιῶ κελεῦσαι ἀχθῆναι αὐτὸν ἐπὶ σὲ πρὸς τὸ τὸ ἀκόλουθον γείνεσθαι καὶ τυχεῖν με τῆς δεούσης ἐκδικίας. ἔτους η Ἀντωνίνου καὶ Οὐήρου τῶν κυρίων Σεβαστῶν Ἀρμενιακῶν Μηδικῶν Παρθικῶν Μεγίστων.