Ancient Greek
P.Tebt. 2 310
Documentary Papyri, P.Tebt. 2 310
Not analysed yet
Θαυβάστις Μάρωνος τοῦ Μάρωνος διʼ ἐμοῦ τοῦ ἀνδρὸς Μαρσισούχου Μάρωνος τοῦ Κρονίωνος ὁμολογῶ ἐκχωρῆσαι τῷ πλήθει τῶν ἱερέων ὅσα ἔχω ἔτη τῆς μιᾶς ἡμίσους ἀρούρης ἱερευτικῆς Συκύτονος λεγομένης γείτονες νότου Κρονίωνος Πακήβκεως γῆ βορρᾶ βασιλικὴ γῆ ἀπηλιώτου διῶρυξ διʼ ἧς ποτίζεται λιβὸς ἁλωνία Ἁλμυρὰ λεγομένη. ἔτους ἕκτου καὶ εἰκοστοῦ Μάρκου Αὐρηλίου Κομμόδου Ἀντωνείνου Καίσαρος τοῦ κυρίου Μεσορὴ κ.