Ancient Greek
P.Tebt. 2 311
Documentary Papyri, P.Tebt. 2 311
Not analysed yet
δ αυθ ἔτους ὀκτωκαιδεκάτου Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ μηνὸς Καισαρίου ἐπαγομένων δ ἐν Θεογονίδι τῆς Πολέμωνος μερίδος τοῦ Ἀρσινοίτου νομοῦ. ἐμίσθωσεν Ὀννῶφρις Πακήβκιος ἱερεὺς τοῦ ἐν Τεπτύνει ἱεροῦ θεοῦ Κρόνου ὡς ἐτῶν ἑξήκοντα οὐλὴ καρπῷ ἀριστερῷ Ταορσεῦτι Κρονίωνος ὡς ἐτῶν ὀκτὼ τριάκοντα ἀσήμῳ μετὰ κυρίου τοῦ συνγενοῦς Κολλούθου τοῦ Παώφεως ὡς ἐτῶν ἑξήκοντα οὐλὴ γόνατι δεξιῷ ἀπὸ τῶν ἀναγραφομένων εἰς τὸν Ὀννῶφριν περὶ Τεπτῦνιν δημοσίων ἱερευτικῶν ἐδαφῶν τὰς ἐν μιᾷ σφραγῖδι ἀρούρας δύο ἢ ὅσαι ἐὰν ὦσι ἐν τῷ λεγομένῳ Νεοφύτῳ γύῳ. ἡ μίσθωσις ἥδε εἰς ἄλλα ἔτη δεκαεννέα μετὰ τὸν χρόνον ὧν προπεποίηται ὁ Ὀννῶφρις εἰς τὴν Ταορσεῦν ἑτέρων μισθώσεων ἃς καὶ μενεῖν κυρίας ἀντὶ τῶν ὑπὲρ τούτων δημοσίων πάντων καὶ προσμετρουμένων καὶ φορέτρων ἐπισπουδασμοῦ ὧν μετρήσει ἡ Ταορσεῦς κατʼ ἔτος εἰς τὸ δημόσιον, καὶ βεβαιώσειν τὸν Ὀννῶφριν πάσῃ βεβαιώσει διὰ τὸ καὶ ἐκπεπεῖσθαι τὸν αὐτὸν Ὀννῶφριν ὑπὸ τῆς Ταορσέως ὧ εἴληφεν διαπείσματι. ὑπογραφεὺς Πακῆβκις ὁ υἱὸς τοῦ πατρὸς βραδέως γράφοντος. …Ὀννῶφρις Πακήβκιος μεμίσθωκα τὰς δύο ἀρούρας εἰς ἄλλα ἔτη δεκαεννέα . Ὀννῶφρις Πακήβκιος μεμίσθωκα τῇ Ταορσεοῦτι τὰς δύο ἀρούρας εἰς ἄλλα ἔτη δεκαεννέα μετὰ τοὺς χρόνους τῶν τριῶν μισθώσεων ἀντὶ τῶν δημοσίων καὶ ἐκπέπεισμαι ὡς πρόκιται. Πακῆβκις ἔγραψα τοῦ πατρός μου βραδέως γράφοντος. Ταορσεῦς Κρονίωνος μετὰ κυρίου τοῦ συγγενοῦς Κολλούθου τοῦ Παώπεως …ι… …εως π…α. …ἐντέτακται διὰ τοῦ ἐν Θεογονίδι γραφείου. …