Ancient Greek
P.Tebt. 2 314
Documentary Papyri, P.Tebt. 2 314
Not analysed yet
Χαιρέας Μα… τῷ τιμιωτάτῳ πλεῖστα χαίρειν. πιστεύω σε μὴ ἀγνοεῖν ὅσον κάματον ἤνεγκα ἕως τὴν περιτομὴν ἐκπλέξω ἐπιζητοῦντος τοῦ ἀρχιερέως τὸν παῖδα ἰδεῖν, τῆς δὲ τῶν φίλων σπουδῆς τυχόντος ἐπετύχαμεν. ἔρρωσό μοι, ἀδελφέ. ἀσπάζου Κρονίωνα καὶ τοὺς αὐτοῦ πάντας. καλῶς ποιήσεις διαπεμψάμενός μοι τὰ λίνα ἐπὶ ἐπείγομαι, προνοήσεις δὲ ἐμοῦ καὶ κορίου ξηροῦ μάτια τρία καὶ κυμίνου μέτρον α ἅπερ μοι διαπέμψῇ, ἐπὶ βούλομαι ἐλαιουργῆσαι.