Ancient Greek
P.Tebt. 2 315
Documentary Papyri, P.Tebt. 2 315
Not analysed yet
…ω… τῷ φιλτάτωι …χαίρειν. διεπεμψάμην σοι καὶ ἕτερα γράμματα διʼ ὧν σου ἐδεόμην περὶ τῶν Πύρρου ἱματίων ϛ καὶ …ου παλλίων β ὅπως μοι πέμψῃς ὅσου ἐὰν ᾖ, καὶ νῦν δὲ μετὰ σπουδῆς γράφω ὅπως μὴ μεριμνῇς, ἐγὼ γάρ σε ἄσκυλτον ποιήσω. γίγνωσκε γὰρ ἐξεταστὴν τῶν χειρισμῶν τῶν ἐν τοῖς ἱεροῖς εἰσεληλυθέναι καὶ μέλλειν καὶ εἰς τὴν μερίδα σου ἔρχεσθαι. τοιγαροῦν μηδὲν ταραχθῇς, ἐγὼ γάρ σε ἀπαλλάξω. ἐὰν μὲν οὖν σχολὴν ἄγῃς γράψας σου τὰ βιβλία ἄνελθε πρὸς ἐμέ· ὁ γὰρ ἄνθρωπος λίαν ἐστὶν αὐστηρός. ἐὰν δέ σέ τι κατέχῃ διαπέμψαι μοι αὐτὰ καὶ ἐγώ σε ἐκπλέξω· ἐγένετο γάρ μου φίλος. ἐὰν δέ σε περὶ τοῦ δαπανήματος ἔχῃ καὶ μὴ ἔχῃς ἐπὶ τοῦ παρόντος γράψον μοι καὶ ἐγώ σε τὰ νῦν ὡς καὶ ἐπὶ τοῦ πρώτου ἀπαλλάξω. ἔσπευσα δέ σοι γράψαι ὅπως μὴ αὐτὸς φανῇς· πρὶν γὰρ αὐτὸν πρός σε ἐλθεῖν ἐγὼ αὐτὸν ποιήσω ἐκπλέξαι σε. ἔχει γὰρ συστατικὰς ὅπως τὸν ἀπειθοῦντα μετὰ φρουρᾶς τῷ ἀρχιερεῖ πέμψῃ. ἀλλὰ μὴ ἀμελήσῃς σαυτοῦ μηδὲ ὧν σοι ἔγραψα ὠνήσασθαί μοι. ἐὰν δὲ καί τινα ἔχῃς …ιμα ὅσα ἐὰν ἔχῃς ἀνένεγκέ μοι, χρείαν γὰρ ἔχω. ἔρρωσό μοι, τιμιώτατε.