Ancient Greek
P.Tebt. 2 316 col. 4
Documentary Papyri, P.Tebt. 2 316_4
Not analysed yet
Ἀμμώνις Διδύμου τοῦ Σαραπίωνος Μουσοπατόρειος ὁ καὶ Ἀλθαιεὺς τῶν τὸ δεύτερον ἔτος Δομιτιανοῦ ἐφηβευκότων συμμορίας ρλγ συμμοριάρχου Διονυσίου ὀμνύω Αὐτοκράτορα Καίσαρα Νέρουαν Τραιανὸν Σεβαστὸν Γερμανικὸν ἐφηβευκέναι τὸ προκείμενον ἔτος καὶ εἶναι τῆς προκειμένης συμμορίας καὶ μὴ ἀλλοτρίᾳ ἀπαρχῇ μηδὲ ὁμωνυμίᾳ κεχρῆσθαι, τετελειωκέναι δὲ τὸν ἀπὸ βήματος χρηματισμὸν καὶ ἔχειν τὸ μεταδόσιμον, καὶ εἰμὶ μητρὸς Εἰσιδώρας Δωρίωνος ἀστῆς ἄλφα Ἡφαιστίωνος τοῦ Ἡρακλείδου ἄσημος, τέχνηἁλιεὺς ποτάμιος, καὶ εἰμὶ ἐτῶν κη. ἐὰν δὲ ἐκδημῶ ἢ μεταβαίνω μεταδώσω τῷ συμμοριάρχῃ, οἰκῶ δὲ ἐν τῷ ἐκτὸς τῆς ξυληρᾶς ἐν τοῖς Θώριος. ἔτους τρίτου Αὐτοκράτορος Καίσαρος Νερούα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ Χοίαχ ιδ. Σαραπίων Σαραπίωνος ἔγραψα ὑπὲρ αὐτοῦ βραδέως γράφοντος. Ἀμμώνις Διδύμου ὀμώμοκα τὸν προκείμενον ὅρκον.