Ancient Greek
P.Tebt. 2 316 col. 3
Documentary Papyri, P.Tebt. 2 316_3
Not analysed yet
Σαραπίων Σαραπίωνος τοῦ Ἀπολλωνίου Μουσοπατόρειος ὁ καὶ Εὐσέβειος τῶν τὸ δεύτερον ἔτος Δομιτιανοῦ ἐφηβευκότων συμμορίας ρλγ συμμοριάρχου Διονυσίου ὀμνύω Αὐτοκράτορα Καίσαρα Νέρουαν Τραιανὸν Σεβαστὸν Γερμανικὸν ἐφηβευκέναι τὸ προκείμενον ἔτος καὶ εἶναι τῆς προκειμένης συμμ ορίας καὶ μὴ ἀλλοτρίᾳ ἀπαρχῇ μηδὲ ὁμωνυμίᾳ κεχρῆσθαι, τετελειωκέναι δὲ τὸν ἀπὸ βήματος χρηματισμὸν καὶ ἔχειν τὸ μεταδόσιμον, καὶ εἰμὶ μητρὸς Ῥωμανίας Βερνίκης ἐτῶν λ ἄλφα Ἡφαιστιώνος τοῦ Ἡρακλείδου ἄσημος. καὶ ἐὰν ἐκδημῶ ἢ μεταβαινω μεταδώσω τῷ συμμοριάρχῃ, οἰκῶ δὲ ἐν ……ωει προτε… ἐν τοῖς Σαβίνου. ἔτους τρίτου Αὐτοκράτορος Καίσαρος Νερούα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ Χοίαχ ιδ. Σαραπίων Χρυσοκολλητὴς ὀμώμοκα.