Ancient Greek
P.Tebt. 2 318
Documentary Papyri, P.Tebt. 2 318
Not analysed yet
…εδ… ἀναγραφομένης ἐπὶ ἀμφόδου Μακεδόνων μετὰ κυρίου τοῦ κατὰ μητέρα θείου …ο… τοῦ Σουχᾶ. ἐπεὶ εὐχρήστησα κατὰ δημοσίας ὁμολογίας δύο γεγονυίας διὰ γραφείου Τεπτύνεως τῷ δευτέρῳ ἔτει Ἀντωνείνου καὶ Οὐήρου τῶν κυρίων Σεβαστῶν κατὰ μὲν μίαν μηνὶ Μεχεὶρ τετράδι Σερήνῳ καὶ Διδύμῳ ἀμφοτέροις Ἥρωνος τοῦ Σουχᾶ μητρὸς Σαραποῦτος ἀπελευθέρας Θενζωίλας ἀπὸ ἀμφόδου Συριακῆς ἀργυρίου κεφαλαίου δραχμὰς πεντακοσίας ἑξήκοντα διʼ ἧς ὁμολογίας ἐδήλωσαν φυλάξειν μοι ἀνεξαλλοτρίωτα καὶ ἀκαταχρημάτιστα μέχρι τῆς τοῦ κεφαλαίου ἀποδόσεως τὸ ὑπάρχον αὐτοῖς κοινῶς δίμοιρον μέρος κλήρου κατοικικοῦ ἀρουρῶν τριῶν ἡμίσους ἐν δυσὶ σφραγῖσι περὶ κώμην Τεπτῦνιν, κατὰ δὲ τὴν ἑτέραν μηνὶ Παχὼν νεομηνίᾳ μόνῳ τῶι προγεγραμμένῳ Σερήνῳ ἄλλας ἀργυρίου κεφαλαίου δραχμὰς …ακοσίας διʼ ἧς καὶ αὐτὸς ἐδήλωσεν φυλάξειν μοι ἀνεξαλλοτρίωτα καὶ ἀκαταχρημάτιστα τὸ ὑπάρχον αὐτῷ δίμοιρον μέρος ἐκ τοῦ ἀπὸ βορρᾶ μέρους ἀρουρῶν ἓξ τετάρτου οὐσῶν τρίτου μέρους ἐκ τοῦ ἀπὸ βορρᾶ μέρους ἀρουρῶν δεκαόκτω ἡμίσους περὶ τὴν αὐτὴν κώμην Τεπτῦνιν ἐν τῇ λεγομένῃ Στασικράτους διαίτῃ, φοβουμένη δὲ μὴ λάθω κατὰ τὸ εἴς με δίκαιον οἰκονομίας κατὰ τῶν προκειμένων ἀρουρῶν ἐπιδίδωμι εἰς τὸ τὴν παράθεσιν γενέσθαι δ… τῆς τάξεως κατοχίμων τῶν ἐν Τεβτύνει κώμῃ, εἰ δὲ φάνειαν ἑτέρῳ προσήκουσαι ἢ προκατεσχημέναι διὰ τοῦ βιβλιοφυλακίου μὴ ἔσεσθαι ἐμπόδιον ἐκ τῆσδε τῆς παραθέσεως ἀκολούθως οἷς παρεθέμην ἀντιγράφοις τῶν οἰκονομιῶν. …γραμματεὺς κατεχώρισα. ἔτους ἕκτου Ἀντωνίνου καὶ Οὐήρου τῶν κυρίων Σεβαστῶν Μεχεὶρ α.