Ancient Greek
P.Tebt. 2 319
Documentary Papyri, P.Tebt. 2 319
Not analysed yet
Αὐρηλίῳ Μαξίμῳ τῳ καὶ Ἑρμαίσκῳ ἱερεῖ ἀρχιδικαστῇ καὶ πρὸς τῇ ἐπιμελείᾳ τῶν χρηματιστῶν καὶ τῶν ἄλλων κριτηρίων παρὰ Μάρκου Αὐρηλίου Ἡρώδου τοῦ καὶ Λουρίου Ἀντινοέως καὶ παρὰ Μάρκου Αὐρηλίου Σαραπάμμωνος καὶ ὡς χρηματίζει. ἐπεὶ κατήντησεν εἴς τε τὸν Αὐρηλίον Σαραπάμμωνα καὶ Λούριον κατὰ διαδοχὴν κληρονομίας σιτικὰ ἐδάφη περὶ κώμην Κερκευσεῖριν τοῦ Ἀρσινοίτου νομοῦ τῆς Πολέμωνος μερίδος ἐν δυσὶ σφραγῖσι ἄρουραι ἑπτὰ περὶ δὲ κώμην Τεπτῦνιν τῆς αὐτῆς μερίδος ἐν τόπῳ ἐπικαλουμένῳ Καρίωνι ὁμοίως ἄρουραι ζ περὶ δὲ κώμην Κερκῆσιν ἄρουρα α, ἐπὶ τὸ αὐτὸ ἄρουραι ιε, αἵ γε μέχρι νῦν ἦσαν ἀδιαίρετοι, ἔδοξεν δὲ νῦν αὐτοῖς ταύτας διαιρήσασθαι ἐπὶ τῷ ἕκαστον αὐτῶν ἐπιγιγνώσκειν τὸ ἴδιον μέρος, τὰ νῦν συνχωροῦσιν ὅ τε Αὐρήλιος Λουρίου καὶ Αὐρήλιος Σαραπάμμων διῃρῆσθαι τὰς προκειμένας ἀρούρας καὶ ἀπὸ μὲν τῶν περὶ κώμην Κερκευσεῖριν ἀρουρῶν ζ ἐσχηκέναι ἕκαστον αὐτῶν ἀρούρας γ 𐅵,ἀπὸ μὲν τῶν περὶ κώμην Τεπτῦνιν ἀρουρῶν ζ ἕκαστον αὐτῶν ἐσχηκέναι ἀρούρας ,καὶ ἀπὸ μὲν τῶν περὶ κώμην Κερκῆσιν ἐσχηκέναι ἕκαστον αὐτῶν ταύτης τὸ ἥμισυ μέρος, πρὸς τὸ ἀπὸ τοῦ νῦν ἕκαστον αὐτῶν κρατεῖν καὶ κυριεύειν τοῦ ἐπιβεβληκότος αὐτῷ μέρους ἀρουρῶν ζ 𐅵καὶ διοικεῖν καὶ ἐπιτελεῖν περὶ αὐτῶν ἕκαστον ὃ ἐὰν αἱρῆται· τὸν δὲ Αὐρήλιον Σαραπάμμωνα ἐξουσίαν ἔχειν τῶν ἑαυτοῦ ὑπαρχόντων ὄντων περὶ Θεογονίδα κώμην ἀπὸ ἀρουρῶν ϛ ἀρουρῶν γ διὰ τὸ τὸν Λούριον πεπρακέναι τὸ κατʼ αὐτὸν μέρος ἥμισυ, εἰακέναι δὲ αὐτοὺς κοινὰς τὰς ὑπαρχούσας ἀρούρας β οὔσας περὶ κώμην Τεπτῦνιν ἐν τόπῳ καλουμένῳ Παγαγόρῳ ἄχρις ἂν περὶ τούτων τι αὐτοῖς δόξῃ, μένοντος δὲ αὐτοῖς λόγου περὶ ὧν ἂν ἑτέρων εὑρίσκωσιν τῆς κληρονομίας ὑπαρχόντων. οὐκ ἐπελεύσεται δὲ ὁ Αὐρήλιος Λούριος πρὸς τὸν Αὐρήλιον Σαραπάμμωνα χάριν τοῦ ἐν τῃ μητροπόλει οἰκήματος διὰ τὸ πεπρακέναι αὐτὸν τὸ κατʼ αὐτὸν μέρος ἥμισυ· καὶ τὰ ἑξῆς. ἔτους ε Φιλίππων Μεχεὶρ θ.