Ancient Greek
P.Tebt. 2 323
Documentary Papyri, P.Tebt. 2 323
Not analysed yet
Μοσχίων σεσημείωμαι ια ἔτους Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ μηνὸς Καισαρείου κζ. Διονυσίωι καὶ Θέωνι γεγυμνασιαρχηκόσι βιβλιοφύλαξιν ἐνκτήσεων Ἀρσινοίτου παρὰ Εὐτύχου τοῦ καὶ Ἡρακλείδου Μαρσισούχου τῶν ἀπὸ κώμης Τεπτύνεως τῆς Πολέμωνος μερίδος. ἀπογράφομαι πρώτως ἣν ἠγόρασα τῆι ἐνεστώσηι ἡμέρᾳ παρὰ Ταορσενούφεως τῆς Πάσιτος τοῦ Ἁρμιύσιος τῶν ἀπὸ τῆς αὐτῆς κώμης μετὰ κυρίου τοῦ ἑαυτῆς κατὰ μητέρα ἀνεψιοῦ Ὀρσέως Ἑρμοῦ τὴν ὑπάρχουσαν αὐτῆι …τρικὴν οἰκίαν καὶ αὐλὴν ἐν τῆι κώμηι καθαρὰν ἀπὸ ὀφειλῆς ὑποθήκης καὶ παντὸς διενγυήματος, διὸ ἐπιδίδωμι τὴν ἀπογραφήν, τιμῆς ἀργυρίου δραχμῶν διακοσίων . πρώτως κατακεχώρισται.